Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 151: To Abbot Macarius

ρνα΄. Μακαρίῳ ἡγουμένῳ.

Καὶ πρὸ ἀναγνώσεως, ἀπ᾽ αὐτοῦ μόνου τοῦ ἐπὶ χεῖρας δέξασθαί με τὴν τῆς μακαριότητός σου ἁγίαν ἐπιστολὴν, παρεκλήθη μου ἡ ταπεινὴ ψυχὴ, θεοτίμητέ μου πάτερ· ἐπεὶ δὲ καὶ ἀνέγνων, ἀπελύθην πάσης ὑπονοίας ὑπολυπούσης μου τὴν ταπείνωσιν, μαθὼν τῆς βραδυγραφίας τὰς αἰτίας· καὶ ἐδόξασά μου τὸν ἀγαθὸν θεὸν, εὑρηκὼς τὴν πνευματικὴν ἀγάπην τῆς θεοφιλίας σου διαμένουσαν εἰλικρινῆ πρὸς ἡμᾶς τοὺς εὐτελεῖς· ἀλλὰ καὶ διαμείνοιεν ὦ εἰρηνοποιητὰ τοῦ παντὸς θεὲ καὶ κύριε· ἴσθι γὰρ φιλοθεώτατε γνησίως φιλεῖσθαί σε παρ᾽ ἡμῶν, καὶ ἀρραγῆ τὸν τῆς ἀγάπης σύνδεσμον ἡμᾶς διατηρεῖν· καθότι καὶ προήχθημεν τὸ πρότερον γράψαι πρὸς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἐμβεβηκότι σοι· οὐχ ὡς τοῦ εὐτελοῦς ἡμῶν γράμματος ὀνήσασθαί τι δυναμένου ἢ ἀλείφειν ἐξισχύοντος· πόρρω γὰρ τῶν τοιούτων ἡμεῖς καὶ λόγῳ καὶ βίῳ παρεῤριμμένοι, ἀλλ᾽ ὡς τοῦ καιροῦ καὶ τῆς ἀγάπης ἀπαιτούσης· οὖ χάριν καὶ τὸ πρὸς ἄλλους ἀδελφοὺς καὶ πατέρας ἐπιστέλλειν ἠναγκάσθημεν· εὖ δὲ καὶ πάνυ εἰκότως λέλεχέν σου ἡ τιμιότης τὸν καιρὸν ἐξαγοράζειν, φειδοῖ τῶν διωκόντων καὶ τῶν μὴ τὰ ἀδελφὰ φρονησάντων· ὧν τίς οὐ στενάξειεν τὴν πτῶσιν, χαλεπὸν οὕτω οὖσαν, καὶ ἐπιβλαβῆ πάσῃ τῇ τοῦ ἐκκλησίᾳ; εἰ κἀκείνοις ἀλογευθεῖσιν οἰκονομίας δοκεῖ εἰργάσθαι τρόπος· ὦ τῆς κακῆς ἀρχῆς καὶ ῥίζης· οἶδας ὁ πατὴρ ὃν λέγω, ἐξ οὖ καὶ οἱ λοιποὶ ὥχοντο τῇ δυσβουλίᾳ.

Ἀλλ᾽ ὦ πῶς ἀδακρυτὶ τὸν φλουβουτηνὸν εἰς μνήμην ἐνέγκω; ἐπὶ μὲν γὰρ τῶν ἄλλων, σύνηθες τὰ πραττόμενα καὶ οὐ τοσοῦτον ἐκπλήττοντα· εἰς δ᾽ οὖν τὸν ἄνδρα ἐκεῖνον, τί εἴπω; τί διανοηθῶ; ὦ πῶς πέπτωκεν ὁ ἑωσφόρος· ὦ πῶς κατηνέχθη ὁ οὐρανομήκης στύλος; μικροῦ καὶ ἐξέστην τῇ ἀκοῇ, καὶ ὡς πολλοῦ ἄπιστός μοι ἔδοξεν εἶναι· εἰ ὃν ἐγὼ ἠπιστάμην ἐν πολλῇ πείρᾳ· καί γε ἐν τῷ ἐξορίζεσθαί με ἐνταῦθα, ἴδον καθ᾽ ὁδοῦ, καὶ ἔλαβον φωνὰς μαρτυρικάς· ἀναπείσαντα καὶ αὐτὸν τὸν Νικαίας μὴ συνελθεῖν εἰς κοινωνίαν ὥς φησιν, ἢ ἀποῤῥῆξαι ἑαυτὸν ἐκείνου συνελθόντος· οὗτος κοινωνὸς τοῖς χριστομάχοις γέγονεν· καὶ τό γε ἐλεεινότερον, ὅτι καὶ ἀναλγήτως ἔχει ὡς πυνθάνομαι ἐπὶ τῇ ἀσεβείᾳ· μηδὲ ῥῆμα πρόεσθαι εὐχῆς συγχωρητικῆς πρὸς τοῦτο εἰς θεὸν βουλόμενος· οὐ θαυμάζεις ὦ ἄνθρωπε τοῦ θεοῦ; οὐ πεπλήρωται τὸ προφητικὸν ὅτι ἱερεὺς καὶ προφήτης ἅμα ἐξέστησαν; τίς δῴη τῇ κεφαλῇ μου ὕδωρ καὶ τοῖς βλεφάροις μου πηγὰς δακρύων καὶ κλαύσομαι ἐπὶ τῷ τηλικούτῳ συντρίμματι; οἱ τίμιοι καὶ ἰσόχρυσοι ἐγενήθησαν ὡς ἀγγεῖα ὀστράκινα· ἀλλὰ τί τὰ ἄλλων κατοδύρομαι; εἰς ἐμαυτὸν ἐπιστρέψω τὸν θρῆνον· πῶς σωθῶ ἀπὸ τοῦ πονηροῦ; πῶς διαβιβάσοιμι τὸν ἐνεστῶτα ἀγῶνα ἀνίσχυρος ὦν, τῶν δυνατῶν ὀλισθησάντων; διὰ τοῦτο δέομαί σου τῆς ὁσιότητος, στῆθι (κἂν αὐτὸς ὁ ἐκλεκτὸς τοῦ θεοῦ ἀκλινὴς) πάγιος, ἐρειρισμένος ἐν τῇ ἀσαλεύτῳ πίστει Χριστοῦ· τῇ οἰκείᾳ στάσει στερεῶν καὶ βεβαιῶν σὺν πολλοῖς ἄλλοις οἷς ἐστι πνεῦμα ζωτικὸν, καὶ τὴν ἐμὴν χαυνότητα, φιλοῦσαν μὲν ὑπὲρ Χριστοῦ καὶ διὰ Χριστὸν παθεῖν πάντα, ἀναξιουμένην δὲ διὰ τὰ ἄμετρα ἁμαρτήματα· ἐῤῥωμένον σε καὶ ἰσχύοντα μετὰ θεοῦ κατὰ τῶν κατὰ θεοῦ ἡ μεγάλη χεὶρ τοῦ κυρίου διαφυλάξειεν τὸν ἐμὸν πατέρα καὶ δεσπότην.

· Contents ·