Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 152: To Abbot Athanasius

ρνβ΄. Ἀθανασίῳ ἡγουμένῳ.

Ἀδολεσχοῦντα με ἤδη ἐκ πολλοῦ χρόνου, καὶ ποθοῦντα μαθεῖν τὰ τῆς ὁσιότητός σου, ἐπιστὰν τὸ θεοφιλές σου γράμμα ὅσον εὔφρανεν καὶ ἤδυνεν, τί χρὴ καὶ λέγειν; ἀπελύθην γὰρ τῆς μερίμνης, καὶ ἐδόξασα τὸν ἀγαθὸν ἡμῶν θεὸν, γνοὺς τὸ ὑγιές σου, τῆς τε τοῦ σώματος ἕξεως, καὶ τοῦ καταστήματος τῆς τιμίας σου ψυχῆς· οἵα γὰρ ἡ ἐπιστολὴ, ἀγάπης ἀδελφικῆς ἐπίμεστος, ἀνδρείας θεϊκῆς ἀνάπλεως, ζήλου διαπύρου κατάκαρπος, τῶν χαρισμάτων ὄντως τοῦ πνεύματος πεπληρωμένη· καὶ ταῦτα ἐν εἰρητῇ ὄντος σου σιδηροδεσμίου· ὦ τῆς καλῆς σου ὁμολογίας· ὦ τῆς σταθηρᾶς σου καρδίας· ἐμαστιγώθης μετὰ Χριστοῦ, οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς, καὶ τετυμμένος ἐγεγήθεις, καὶ τὴν ἐξορίαν εἴλου περιχαρῶς, καὶ ὡς ἐντρυφήματα τὰ ὑπὲρ θεοῦ σοι βασανίσματα ἐγεγόνει· διὰ τοῦτο σε καλῶ πατέρα μου, καὶ πατέρα πολλῶν, ἀθλητὴν εὐσεβείας, στύλον καὶ ἑδραίωμα τῆς ἀληθείας, καὶ ὁμολογουμένως ὁμολογητὴν Χριστοῦ· οὐχ ἕνα δίαυλον διανύσαντα ἐν τῷ δρόμῳ τῆς μαρτυρίας, εἶτα ἠτονηκότα καὶ εἰς τοὐπίσω τραπέντα, ὡς οἱ περὶ Ἰωσὴφ ὀλισθήσαντες· ἐν οἷς ἐκεῖνο ἂν λεχθείη εἰκότως· οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ᾽ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετος ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· οἷς μεγάλη μὲν ἡ ἀνομία, μείζων δὲ ἡ αἰσχύνη ἐν μέσῳ τοῦ κόσμου μετὰ καὶ τῆς ἀρᾶς τῆς μυλιονίτιδος τοῦ σκανδάλου, ἀλλὰ πολλοὺς καὶ καλοὺς διαμείβοντα καὶ διαμείψοντα εὖ οἶδ᾽ ὅτι εὐδοκίᾳ θεοῦ ἐπὶ τέλει τῶν στεφάνων· χαῖρε κράτιστε Ἀθανάσιε, τὸ μέγα παρὰ πᾶσιν καὶ σεβάσμιον ὄνομα· εἰκότως σοι ἐπιτεθὲν καὶ κατὰ φερωνυμίας λόγον· χαῖρε ὅρπηξ εὐστέλεχε κυρίου, οὐ πρός σε ἡ ἀνάπαυσις· « ἐν τίνι φησὶ κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου·» χαίροις ἐμοὶ προσφιλέστατε καὶ τεκνοπάτωρ· τὸ μὲν διὰ τὸν πόθον, τὸ δὲ διὰ τὸ ἀξίωμα· ὁ συνεργὸς καὶ σύναθλος, εἴπερ ἔνεστιν εἰς ψήφισμα, κἀμὲ τὸν ἀχρεῖον λαμβάνεσθαι· διότι οὐδὲν ἀγαθὸν κέκτημαι, οὐδὲ συνεισήνεγκα τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· εἰ δὲ καὶ ἔστιν, αὐτῷ ἡ χάρις συνυπουργούντων ὑμῶν τῇ ὁμοτροπίᾳ διὰ τῆς ἀλληλουχίας, ἵνα καθὼς γέγραπται, ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· αὕτη ἡ μικρά μου προσφώνησις τοῦ εὐτελοῦς· σὺ δὲ ὦ ἱερὰ κεφαλὴ τῷ καλῷ σου θεμελίῳ ἐποικοδομῶν, τελείωσον σεαυτὸν οἶκον θεοῦ, μέχρις αἵματος ἑτοιμαζόμενος ἐν τῇ ὁμολογίᾳ Χριστοῦ· τὰ αὐτὰ κἀμοὶ ἀεὶ ὑπερευχόμενος, ὡς ἂν μὴ διὰ τὰς ἁμαρτίας ἀποσχισθείην τῆς ἱερᾶς ὑμῶν τριάδος, μὴ δ᾽ αὖ τῶν ἄλλων ἰσοκλεῶν ὑμῖν πατέρων· εἰσὶ γὰρ ἔτι οἱ μὴ κάμψαντες γόνυ τῇ Βάαλ.

· Contents ·