Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 153: To Philip the Monk
ρνγ΄. Φιλίππῳ μονάζοντι.
Τὰ συμβεβηκότά σοι, τέκνον πνευματικὸν, γνωστὰ ἡμῖν ἐγένετο· τί ταῦτα; ὅτι μετὰ τὸ ὁμολογῆσαί σε ἐνώπιον θεοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἐν ῷ σὺν τοῦ τε οἰκονόμου καὶ τῆς συμπαρούσης ἀδελφότητος τέκνον ἡμῶν εἶναι καὶ συναρίθμιον τοῖς ἄλλοις· ἔτυχεν κοιμηθέντος τοῦ κατὰ σάρκα σου πατρὸς, ληφθῆναι σε εἰς προστασίαν τῶν ἐν τοῖς αὐτόθι ἀδελφῶν· μεσιτείᾳ τοῦ ἀδελφοῦ Θεοδούλου καὶ τέκνου ἡμῶν, ἀποσταλέντος αὐτοῦ παρά τε τοῦ οἰκονόμου, τοῦ τε ἀντιπροσώπου μου, καὶ τῶν ὑπ᾽ αὐτῷ ἀδελφῶν, εἰς αὐτὸ τοῦτο συνεργησάντων πάντων· καί γε ἐδεξάμεθα καὶ ἡμεῖς οἱ ταπεινοὶ τὸν ψῆφον, σφραγισάμενοι ἐν πνεύματι ἁγίῳ τὸ γεγονός· εἶναί σε ἡγούμενον τοῦ τῇδε μοναστηρίου, ὡς ὑφ᾽ ἡμῶν αὐτῶν προβληθέντα, καὶ δοθέντα εἰς κεφαλὴν τοῦ σώματος τῆς αὐτῆς ἀδελφότητος, διὰ σοῦ προσειληφότες τοὺς ἅπαντας· χαίρομεν οὖν ἐν τούτοις, καὶ ἔχομέν σε ἐν τοῖς αὐτόθι ἑπόμενον καὶ μαθητιοῦντα ἡμῖν· προηγούμενον δὲ τῶν λοιπῶν ἐν κυρίῳ· βλέπε οὖν τέκνον πῶς μέλλεις βιοῦν, θεοπρεπῶς καὶ κεκανονισμένως, τῇ κατὰ τὴν ἀδελφότητα ἡμῶν μιμήσει εὐθυνόμενος εἰς πᾶσαν ἐντολὴν θεοῦ· ἐπειδὴ δὲ τὸ ζητούμενον ἄρτι ἡ τῆς ὀρθοδοξίας φυλακὴ, φύλαξαι τέκνον τῆς τῶν αἱρετικῶν κοινωνίας παντάπασιν ἀπεχόμενος· ἕτοιμος εἶναι εἰς πᾶσαν θλίψιν καὶ στενοχωρίαν ὑπὲρ Χριστοῦ, δι᾽ ὃν καὶ ὁ πόλεμος πανταχοῦ τοῦ διωγμοῦ· στῆθι κραταιῶς πρὸς τὰς προσβολὰς τῶν ὑπεναντίων τῆς πίστεως, μὴ πτοηθῇς μὴ προδῷς τὸν Χριστὸν προδιδοὺς τὴν ἀλήθειαν· ἐὰν δεῖ διωχθῆναι, χαίρων διώχθητι· καλὸν τὸ συμφυγαδευθῆναι Χριστῷ· ἐὰν ἀπαιτοίη καὶ ἄλλό τι ὁ καιρὸς, δὸς τὸ σῶμά σου εἰς μάστιγας, τὸ αῖμα εἰς μαρτύριον Χριστοῦ· συνδιεγείρων ἐν τούτῳ καὶ τοὺς ὑπὸ χεῖρα σου τὰ αὐτὰ παθεῖν, διδάσκων, νουθετῶν, παρακαλῶν, ἀλείφων, ὁπλίζων, ὡς καλὸς πρωτοστρατιώτης Χριστοῦ, ἄρεσον τῷ στρατολογήσαντί σε θεῷ εἰς τὴν καλὴν στρατείαν ταύτην· μὴ συνδεόμενος τῇ ἐπιθυμίᾳ τῶν γηίνων, ὅτι πάντα παρεχόμενα καὶ ξένα ἡμῶν· διότι πάροικοι πάντες καὶ παρεπίδημοι· ποῦ ὁ ἐνεγκών σε εἰς φῶς, οὐ παρῆλθεν; οὐ πάντα εἴασεν, ἓν μόνον ἀράμενος τὸ φορτίον τῶν ἔργων εἴτε καλὸν εἴτε ἄλλως; ἐὰν οὕτω εὐθυνθῇς πολιτεύσασθαι, ἰδοὺ μετὰ σοῦ τὸ πνεῦμα τῆς ταπεινώσεώς μου· ὁμολογῶ σε μέλος μου εἶναι τίμιον, τέκνον γνήσιον, ἐν μερίδι τῆς ἡμετέρας ἀδελφότητος· οἰκειότερον δὲ εἰπεῖν ἐν κλήρῳ ἁγίων· εἴληφας τὸ ποίμνιον Χριστοῦ, ἀγρύπνησον, ποίμανον, κοπίασον ὡς Ἰακὼβ τῷ παγετῷ τῆς νοητῆς νυκτὸς καὶ τῷ καύσωνι τῆς ἡμέρας, τὸ ἠσθενηκὸς ἐνισχύων, τὸ πλανώμενον ἐπιστρέφων, τὸ συντετριμμένον καταδεσμῶν, τοὺς νοητοὺς θήρας εὐχαῖς ἀποσοβῶν, σεαυτὸν περὶ πάντα παρεχόμενος τύπον καλῶν ἔργων· ἵνα βασιλείας οὐρανῶν διὰ τῆς εὐαρέστου ποιμνιαρχίας· ἄξιος ἔσῃ· προσευχόμενος ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὡς διδάσκειν ἐπιστεύθημεν ὑπὸ θεοῦ, καὶ πράττοντες παρευόμεθα· ἔρρωσο ἄνερ.