Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 154: To Constantine the Curator
ρνδ΄. Κωνσταντίνῳ κουράτορι.
Ἀκοὴ ἀγαθὴ τῆς τιμιότητός σου ἐλθοῦσα ἐν ὠσί μου ἔπεισέν με ἐπιστεῖλαί σοι ἄνερ ἀγαθέ· τίς δὲ αὕτη, ὅτι μετὰ τῆς ἄλλης σοῦ ἀρετῆς, ῆς ἔσχες ἀπὸ χάριτος θεοῦ, ἔτι ἔχεσαι ἀκακίας, φυλάττων τὴν ὀρθόδοξον πίστιν ὡς θησαυρὸν ἐν τῷ ταμιείῳ τῆς τιμίας σου ψυχῆς, καὶ ἀφιστάμενος τῆς κοινωνίας τῶν αἱρετικῶν· χάριν πολλὴν ἔσχον ἐν τούτῳ τῷ θεῷ μου ὅτι λαϊκοὶ ἴσα μονάζουσιν ἀγωνίζονται εὐαρεστεῖν κυρίῳ, φεύγοντες τὸν βόθρον τῆς αἱρέσεως· βόθρος γάρ ἐστιν ὡς ἀληθῶς ἀδελφὲ καὶ παγὶς διαβόλου· καὶ ἡ κοινωνία αὐτῶν, διίστησι τοῦ Χριστοῦ τὸν ἁλῶντα, καὶ μακρὰν τῆς ποίμνης κυρίου ἀποφέρει· ὡς γὰρ τὸ φῶς ἀπὸ τοῦ σκότους κεχώρισται, οὕτως καὶ ἡ ὀρθόδοξος μετάληψις, τῆς αἱρετικῆς κοινωνίας· ἡ μὲν γὰρ φωτίζει, ἡ δὲ σκοτίζει· καὶ ἡ μὲν, ἑνοῖ τῷ Χριστῷ, ἡ δὲ τῷ διαβόλῳ· καὶ ἡ μὲν ζωοποιεῖ τὴν ψυχὴν, ἡ δὲ θανατοῖ· καλῶς οὖν ποιεῖς ἐπὶ τὴν πηγὴν τῆς ζωῆς τρέχων· καὶ οὐκ ἀρυόμενος τοῦ θανασίμου ποτηρίου τῆς ἀσεβείας, ῆς τὸ τέλος ὄλεθρος αἰώνιος· μακαρίζω σε πάνυ· ἀλλὰ βλέπε ἵνα καθὼς ἐνήρξω καὶ τελειώσῃς ἐν τῇ δυνάμει Χριστοῦ, τοῦ ἔχοντός σε προσλαβέσθαι εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν διὰ τοῦ ἀγαθοῦ τέλους· προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ἀδελφὲ ὁμόπιστε.