Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 155: To Bishop Sisoes
ρνε΄. Σισοὶ ἐπισκόπῳ.
Ἤνεσα τὸν θεὸν ἡμῶν τὸν ἀγαθὸν ἐντυχὼν τοῖς γράμμασι τῆς ἁγιωσύνης σου ἡγαπημένον μου τέκνον καὶ ἀδελφὲ καὶ πατήρ· ὅτι καὶ ταπείνωσίς σοι πρόσεστι, καὶ πίστις κραταιὰ, καὶ προθυμία ζέουσα, καὶ εὐψυχία ὑπομονῆς, καὶ σοφία λόγου ᾗ οὐκ ἠδυνήθη ὑπαντῆσαι ὁ υἱὸς τῆς ἀπωλείας καὶ μυωξὸς τῆς ἀλογίας· καὶ χάρις θεῷ τῷ εὐθύβολον δόντι σοι στόμα, καὶ γλῶσσαν διατέμνουσαν αἱρετικὴν γλωσσαλγίαν· νῦν οὖν υἱέ μου γνήσιε καὶ πάτερ πολυπόθητε, ἔτι ἀγώνων ἔπαθλα, ἐπείπερ ἔμαθον ὅτι μετέστης εἰς τὸ κολαστήριον· στῆθι παρακαλῶ, ἄνδρισαι δέομαι, ἀρίστευσον ἀντιβολῶ, δεῖξον ἔργα δυνάμεως θεοῦ ἐν τῇ ἀσθενεῖ ταύτῃ σαρκὶ, πρὸ τῶν ποδῶν σου ἱκετεύω· ἀπείποι ὁ κολάζων τῶν ἄλλων, τοῖς σοῖς ἡττηθεὶς ἀγωνίσμασιν· ἐν ἐπισκόποις φῶς μου λάμψον· ἐν μονάζουσι ζωή μου κορυφώθητι· ἐν ὁμολογηταῖς σπλάγχνον μου ὁμοῦ καὶ κορυφὴ στεφανώθητι· αἰνεσάτωσαν ἐπὶ σοὶ ὁ οὐρανὸς καὶ ἡ γῆ· δοξασάτωσαν ἱερεῖς καὶ ἱεράρχαι, ὁμοῦ τε καὶ μονασταὶ, τῶν ἑαυτῶν ἕκαστος εἰσποιούμενος εἰς ἐγκαλλώπισμα διὰ τοῦ οἰκείου ἀξιώματος· ἔστω ταλαιπωροῦμεν, λιμώττομεν, ἐκλείπομεν δίψει, ἀπορούμεθα, προσθείην μαστιγούμεθα, ἐπὶ ξύλου ὁ ποῦς, ἐπὶ δεσμοῦ ὁ τράχηλος, μαχαίρᾳ· τὸ τελευταῖον, πῦρ· τί πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν; τί πρὸς τὰ ἐν ἐπαγγελίαις ἀγαθά; καὶ ὅτι οὐκέτι διὰ Χριστὸν πάσχοντα, μὴ Χριστὸν ἔχειν ἐπικουροῦντα, καὶ τοσοῦτον παραχωροῦντα πειρασθῆναι, ὁπόσον καὶ οἷόν τε ἐνεγκεῖν ἡμᾶς; μὴ γὰρ ἄλλος ἐστιν ὁ θανάτων καὶ ζωογονῶν; μὴ δὴ οὖν ἀδελφὲ ἀτονήσωμεν ἀκούοντες τοῦ λέγοντος· « πέπεισμαι ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ·» οὕτως ἐλπίζω τὰ περὶ σοῦ, οὕτω καὶ αὐτὸς προσεύχου τὰ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐῶν οὖς ἀναξίως προσάπτεις μοι ἐπαίνους· εἰμὶ γὰρ ἐλαχιστότερος πάντων ἀνθρώπων.