Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 156: To Bessarion, His Son
ρνϛ΄. Βησαρίωνι τέκνῳ.
Ἡδέως ἀνέγνων σου τὴν ἐπιστολὴν τέκνον μου, ἐν τῷ εὑρεῖν με τὴν ὑγιείαν σου καὶ προθυμίαν, τὴν ὑπομονὴν καὶ παράκλησιν· μακάριος εἶ τέκνον μου Βησαρίων, ὅτι διὰ Χριστὸν πάσχεις φυλακὴν κατακριθεὶς παρὰ τῶν ἀσεβούντων, ἤτις ἔστι δόξα σοι καὶ στέφανος· τί οἴει πανθάνειν τοὺς Κρήτας, ἀκούοντας ὅτι ὁμολογητὴς Χριστοῦ εἶ; εὐκλέησας καὶ τὸ γένος καὶ πατρίδα σου, κἀμὲ τὸν ἀνάξιον, καὶ μέν τοι τοὺς ἀδελφούς σου· ὀξύνου εἰς γνῶσιν θεοῦ, ἐπιστόμιζε τοὺς προσβάλλοντάς σοι αἱρετικοὺς, ὅτι Χριστὸς ἡ Χριστοῦ εἰκὼν, τῇ κλήσει οὐ τῇ φύσει, ἐν ᾗ τιμᾶται· ὡς τοὐναντίον· οὕτως τῆς θεοτόκου· οὕτως ἑκάστου ἁγίων· ἐν τῇ ὑπομονῇ σου κτῆσαι τὸν μισθόν σου· μνημονεύων κἀμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα διασώζωμαι ἐν πᾶσιν.