Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 157: To Hypatius, His Son
ρνζ΄. Ὑπατίῳ τέκνῳ.
Ἡρέσθην ἐν τοῖς γράμμασί σου τέκνον μου, ὅτι ἐκεῖνα στέργεις καὶ ἀγαπᾶς, οἷα καὶ ὅσα φιλῶ ἐν κυρίῳ· ὥστε ἀποδέξασθαί με καὶ τὴν προτέραν σου πρόθεσιν καὶ τὴν ὑστεραίαν ταπείνωσιν· ἔσο τοίνυν τέκνον εὐαρεστῶν τῷ θεῷ μετὰ τοῦ ἀδελφοῦ Λουκιανοῦ· οὐδὲ γὰρ εὐαγὲς οὔτε ἀπρόσκοπον διῃρημένους ὑμᾶς εἶναι· οὐ μόνον ἀδελφοὺς ὄντας ἀλλὰ καὶ ἀπ᾽ ἐμοῦ τοῦ ταπεινοῦ χωρισθέντας· οὐκ ἀρκεῖ μοι τοῦτο, ἀλλὰ καὶ μετὰ χώρισιν πάλιν χώρισις; φεῦ τοῦ κακοῦ· μὴ παρακαλῶ· εἰ καὶ παρὰ διαβόλου βασκαίνοντος τὴν ὁμόνοιαν, καὶ διὰ τοῦτο ἢ ἀπεχθείας ἢ σχέσεις παραρτύοντος, ὡς ἐξ ἀμφοτέρων τὸν χωρισμὸν ἐργάσασθαι· ἀλλ᾽ ἡμεῖς γε τὰ νοήματα αὐτοῦ μὴ ἀγνοοῦντες, βιαζοίμεθα τὴν φύσιν, καὶ ἕλκωμεν διὰ ταπεινώσεως τὸν ἔλεον τοῦ θεοῦ πρὸς τὸ μὴ διίστασθαι ἡμᾶς· εἴη γὰρ ὁ Χριστὸς οὕτω μεθ᾽ ὑμῶν· τίς Πέτρου καὶ Ἰωάννου μείζων ἐν ἀποστόλοις; ἀλλὰ καὶ Πέτρος παραχωρεῖται ὑπὸ Ἰωάννου δημηγορεῖν· παίει καὶ Πέτρος, Παύλου λαλοῦντος· οὐ γὰρ ὅπως τὸ πρωτεῖον τίς ἁρπάσοι, ἀλλ᾽ ὡς ἂν τὸ χρειῶδες γίνοιτο, καὶ τὸ τακτικὸν αὐτοῖς ἐσκοπεῖτο· οὕτω καὶ αὐτοὶ μιμηταὶ εἴητε τῶν ἁγίων· χαίρω ὅτι διὰ σοῦ προέρχεται λόγος εἰς τοὺς ζητοῦντας, ἀλλὰ μετὰ συμβουλίας, ἀλλὰ μὴ εἰς ὄψεις γυναικείας ἐκτὸς ἀνάγκης ἔρχεσθε, μή που πλήξωμεν ἢ πληγῶμεν ὡς ἔτι ἰάσασθε προαιρούμεθα ἄλλους· καὶ τὰς προσόδους ἐξ ἀναγκαίου· τὸ φιλογύρευτον ἄκαρπον καὶ διαλυτικὸν ψυχῆς· ταῦτα γινώσκων φύλασσαί μοι ἑαυτὸν σῶον.