Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 158: To Basianus, His Son

ρνη΄. Βασιανῷ τέκνῳ.

Ἐπισκέπτομαί σε καὶ αὖθις διὰ τοῦ γράμματος τέκνον μου Βασιανὲ, καὶ χαιρετίζω σε ἐν κυρίῳ· ζῆθι, γήθου, εὐφραίνου, ὅτι ἠξίωσαι διὰ Χριστὸν ἐν φυλακῇ εἶναι, ἐν μονώσει, ἐν θλίψει, ἐν στενοχωρίᾳ· ἀνατελεῖ σοι μικρὸν ὕστερον χαρὰ ἀνεκλάλητος ἐπὶ τέλει τῶν ἀγώνων· διὸ τέκνον στέρξον, καρτέρησον ἐν κυρίῳ, τὰς αἰωνίους ἀμοιβὰς ἀναλογιζόμενος ὅτε σκιρτήσεις αἰώνια· βλέπε ὅτι ὁ διάβολος παντί ἐστιν ἐφεδρεύων ζητῶν τὴν ἀπώλειαν ἡμῶν, ἵνα συμποδίσῃ, ἵνα σκοτώσῃ τὸν νοῦν· μὴ δῷς αὐτῷ χώραν· γρηγόρει καὶ ἐν τῇ φυλακῇ, ὅτι καὶ μᾶλλον ὦδε ἀγριώτερος καθίσταται ἡμῖν μεμονωμένοις οὖσι, καὶ οὐκ ἔχουσιν ὑπό τινων περιέλκεσθαι ὦδε κἀκεῖσε· σὺ οὖν χρῶ ἐργοχείρῳ, ἀναγνώσει, στιχολογίᾳ, προσευχῇ, ἐννοίαις οὐρανίαις, ἵνα μὴ ἀργὸν καὶ ἀπράκτον εὑρίσκων σε βάλλοι· ἀλλὰ καὶ ὁσάκις τιτρώσκει, τοσαυτάκις ἀντανερείθω φόβῳ θεοῦ· καὶ μηδαμῶς κάτω ἡμᾶς ἐχέτω· μέγα τὸ σωθῆναι, μεγάλων καὶ ἀγώνων χρεία· συγχωρηθείη σοι τὰ ἕως τοῦ παρόντος· νῦν ἠρξάμην, εἰπὲ καὶ αὐτὸς, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· μνημονεύετε τῆς ταπεινώσεώς μου· προσαγορεύουσί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ὁ κύριος μετὰ σοῦ.

· Contents ·