Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 159: To Euodius and John, His Sons
ρνθ΄. Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοις.
Καὶ νῦν δεξάμενος τὴν ἐπιστολήν σου, τέκνον μου ἠγαπημένον, ἀπεδεξάμην ἐπιγνοὺς τὴν ἀληθινὴν πίστιν σου καὶ ἀγάπην· οὐ μὴν ἀλλὰ καὶ εὐγενῆ καὶ ἱεράν σου πρόθεσιν ἣν ἔχεις ὑπὲρ ἀληθείας θεοῦ, ἕτοιμος ὦν πάντα παθεῖν ὑπὲρ αὐτοῦ· εὐλογητὸς κύριος ὁ οὕτως ἑτοιμάσας καὶ παρασκευάσας· τοῦτο με μάλα εὔφρανεν, τοῦτο με εἰς φίλτρον σου περισσότερον ἤγαγεν, εἶτα κἀμὲ ἐστερέωσεν· ὑμῶν γὰρ σπενδομένων διὰ Χριστὸν, ἐγὼ ἐστερέωμαι ὁ ταπεινός· ἐν τῇ τοιαύτῃ οὖν διαθέσει, συντηρήσειεν ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον· κοινῶς λέγω διὰ τὸ μαθεῖν με σὺν σοὶ εἶναι καὶ τὸν ἀδελφὸν Ἰωάννην, τὸ ἐξ ἴσου ἠγαπημένον μου τέκνον· τοῦτο γάρ ἐστιν ὅτι ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἡ τοιαύτη λέγω παρασκευὴ καὶ ἑτοιμασία· ἀλλὰ προσεύχεσθε παρακαλῶ καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ, τελειῶσαί με ἐν κυρίῳ τὸν προκείμενον ἡμῖν ἀγῶνα· οὐ μόνον τὸν ὁρώμενον, ἀλλὰ καὶ τὸν νοούμενον· ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν· ἡ χάρις μεθ᾽ ὑμῶν· ἀμήν.