Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 160: To Dorotheus, His Son
ρξ΄. Δωροθέῳ τέκνῳ.
Καὶ πάλιν κατάρχω τοῦ γράφειν σοι, τέκνον μου ἠγαπημένον· ἣν γὰρ ἐδεξάμην ἐπιστολήν σου, ἀπόδοσις ἦν προτέρων μου γραμμάτων· πῶς οὖν ἔχεις ἐρωτῶ· πῶς διαβιβάζοις σου τὰς ἡμέρας· καλῶς οἶδ᾽ ὅτι, λέγω δὲ κατὰ θεόν· τί γὰρ ἡδύτερον τοῦ ὑπὲρ ἀληθείας πάσχειν; πρὸς δὲ τὸ σῶμα καὶ λίαν θλιπτικῶς, φυλακῆς οὔσης καὶ ταύτης κακίστης· ἔπειτα καὶ τοῦ διδομένου σοι ἄρτου δυσβρώτου ὄντος, καθὼς ἀπηγγέλλη μοι· ἀλλὰ τί πρὸς τὸν κατέχοντά σε ἀτεράμονα καὶ στρατοφύλακα, ἀλλ᾽ οὐ μονάζοντα, πολλοῦ γε εἰπεῖν ἡγούμενον; ἤνεγκεν δὲ ὅμως ὁ καιρὸς ἵνα φανῶσιν οἱ τοῦ θεοῦ καὶ τὰ ζιζάνια ἐξ ἐναντίας· ἐπὶ τῆς μοιχοσυνόδου προεφασίζοντο προφάσεις ἐν ἁμαρτίαις· ἀπηλέγχθησαν τὰ νῦν, ὅτι κἀκεῖνα ἀσεβοῦντες ἐποίουν· ἐκεῖνοι μὲν οὕτως· σὺ δὲ ὦ τέκνον μου ἠγαπημένον, ὡς τὰ πάλαι διὰ Χριστὸν, οὕτω τε καὶ τὰ νῦν πάσχεις φρουρὰν οἰκῶν δι᾽ αὐτὸν, μόνος ὦν ἐν αὐτῇ, ἀλλ᾽ οὐ μόνος· ὁ Χριστὸς γὰρ μετὰ σοῦ καὶ ὁ φύλαξ τῆς ζωῆς σου ἄγγελος· ὑπομείνωμεν παρακαλῶ τὸν τῆς ὑπομονῆς τοὺς στεφάνους ἡμῖν ἑτοιμάζοντα· εἰ καὶ πνιγόμεθα τῇ ὀλιγωρίᾳ, ἀλλὰ γλυκανθῶμεν τῇ ἐλπίδι· εἰ καὶ στενούμεθα ταῖς χρείαις, ἀλλ᾽ εὐψυχῶμεν τῇ ἀποκαραδοκίᾳ· τί γάρ; οὐ δυνατὸς ὁ κύριος ὀμβρίσαι ἀορασίᾳ ἄρτους, πᾶν εἴ τι ἐδώδιμον ἄλλο; ἀλλὰ ἀναμένει τὴν ὑπομονὴν ἡμῶν, ἵνα στεφανώσῃ, ὅπως δοξάσῃ καὶ εὐφράνῃ εἰς αἰῶνας· ναὶ τέκνον δέομαι, φέρε γενναίως, ἡμέραν ἐξ ἡμέρας διαβιβάζων, καὶ μὴ μακροτονίᾳ χρόνου, ἀκηδίαν ἐμποιῶν ἐν τῇ ψυχῇ σου· ἰδοὺ ὡς ὅναρ ὁ κόσμος οὗτος· πάντα παρελεύσονται· ὁ δὲ ποιῶν τὸ θέλημα κυρίου ζήσεται ἀϊδίως καὶ οὐκ ἀποθανεῖται· τούτοις τοῖς ἐνθυμήμασιν νεαροποιῶν ἀεὶ τὴν ψυχήν σου, χαῖρε ὅτι πολὺς ὁ μισθός σου ἐν τοῖς οὐρανοῖς.