Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 17: To Moschus, a Layman

ιζ΄. Μόσχῳ λαϊκῷ.

Πολλά σου τὰ ἀγαθὰ, θεοφιλέστατε δέσποτα, ἃ ἐφ᾽ ἡμῖν τοῖς ταπεινοῖς οὐ μόνον εἰργάσω, ἀλλὰ καὶ ἔτι ἐργάζῃ· τί οὐ παρηγορούμενος; τί οὐκ ἀποστέλλων; μεθ᾽ ὧν καὶ τὰ νῦν πλεῖστα καὶ ἡδυτερπῆ· καὶ τίς ὁ ἀνταποδιδοὺς, ἀλλ᾽ ἢ ὁ ἀγαθὸς θεός; δι᾽ ὧν ποιεῖς ἔδειξάς σου τὴν ἀγάπην ἀναλλοίωτον· ἐφανέρωσάς σου τὰς ἀστραπὰς τῆς προθέσεως διαττούσας· ἐκ πόσου γὰρ τόπου διεκτοπισμένος, καὶ ὅμως ἀπολαύω σου τῶν ἀγαθῶν, μετὰ τὸ καὶ τοὺς εἰσιόντας ἀδελφοὺς κόπους σοι παρέχειν· τοὺς μὲν ὡς ἀκήκοα καὶ νοσηλευθέντας ἐν τῇ ἀβραμιαίᾳ σου καὶ εὐλογημένῃ ἑστείᾳ, διὰ τὸ καταγώγιον αὐτὴν εἶναι πολλῶν μοναχῶν, καὶ τροφευτήριον ὀρφανῶν· ὁ τῶν ὀρφανῶν σε πατὴρ θεὸς διαθρέψειεν εἰς αἰῶνας· ὁ Ἀβραάμ σε περιθάλψειεν ἐν κόλποις ὡς ὁμόζηλον σὺν ταῖς κυρίαις σαῖς ἀδελφαῖς, μεθ᾽ ὧν θεραπεύεις Χριστόν· ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτὸ, καὶ ἐφ᾽ ὑμῖν πεπλήρωται· ἀπλήλαυσά σου τῶν ἀγαθῶν διαπορευόμενος τὴν ἐξορίαν ἐκ τοῦ εὐλογημένου σου προαστείου τῆς Προύσης· ἰδοὺ καὶ πόῤῥωθεν ὢν, δεξιοῦσαι ἡμᾶς· πληθυνθείη σου πάντα τὰ καλὰ πνευματικῶς τε καὶ σωματικῶς· φυλαχθείης μοι ἀσινὴς κατὰ σώματος ὑγίειαν· καί γε κατὰ ψυχὴν ἐξ ἀκοινωνησίας τῶν χριστομάχων αἰρετικῶν.

· Contents ·