Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 161: To Another Dorotheus, His Son

ρξα΄. Δωροθέῳ τέκνῳ ἑτέρῳ.

Καλὲ Δωρόθεε χαῖρε· εἴη σοι χάρις, ἔλεος ἀπὸ θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ ἐνισχύσαντός σε ὑπὲρ αὐτοῦ ἐκδοῦναι ἑαυτὸν εἰς μάστιγας καὶ πληγὰς, εἰς φυλακὴν καὶ ἐξορίαν· πόθέν σοι τὸ ἀγαθὸν τοῦτο; ἐξ ἀφανῶν ἐμφανὴς ἐγένου· ἐξ ἀδόξων ἔνδοξος· ἐξ ὑστερήσεως τῶν ἐν κυρίῳ ἀδελφῶν σου, μέγας καὶ τίμιος· βλέπεις πῶς σοι διαλέγομαι ὁ ταπεινός; πολλοὶ τῶν προαγόντων σε ἐπιθυμοῦσι συλλαβήν μου δέξασθαι, σοὶ δὲ μετ᾽ ἐγκωμίων τὸ γράμμα· οὕτως γὰρ ὁ θεὸς δοξάζει τοὺς δοξάζοντας αὐτόν· αἴνει τὸν θεὸν, εὐχαρίστει, ὅτι ἐποίησέν σοι μεγάλα καὶ θαυμαστὰ, ὁμολογητὴν αὐτοῦ ὀνομάζεσθαι νῦν ἐν τοῖς χριστιανοῖς· πολλοὺς ἀπέκρυψας ἐπισκόπους, πολλοὺς ἡγουμένους, πολλοὺς ἐρημίτας ἐκλάμπων ἐν τῇ ἐκκλησίᾳ· βλέπε τὴν κλῆσιν σου, βλέπε τὴν δόξαν σου· μὴ ἀπονυστάξῃς, μὴ ἀποπέσῃς, μέχρι θανάτου ἀγώνισαι ἐν ὑπομονῇ· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος φησὶ σωθήσεται· φυλακῇ πάσῃ τήρει ἑαυτόν, μὴ παραῤῥυῆναι ἐν πάθει τινὶ ἀτιμίας· καὶ τοῦτο γὰρ μαρτύριον μέγα, τὸ τηρεῖν τὸ συνειδὸς καθαρὸν ἀπὸ ἁμαρτίας· καθάριζε αὐτὸ ἀεὶ διὰ μετανοίας, διὰ δακρύων, διὰ προσευχῶν· δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὦ σεσωσμένος ἀπὸ παντὸς ἔργου πονηροῦ· ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου πλεῖστα· ὁ θεός σε τέκνον μου ἠγαπημένον περὶ πάντα διαφυλάξειεν ἀβλαβῆ καὶ ἀπήμονα, πληροῦντα τὸν προκείμενον σοι ἀγῶνα ἐν κυρίῳ· ἀμήν.

· Contents ·