Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 162: To Titus and Philo, His Sons

ρξβ΄. Τίτῳ καὶ Φίλωνι τέκνοις.

Ὦ καλὲ Τίτε, καὶ ὦ καλέ μου Φίλων, τί τὸ ξένον θέαμα ὅτι ἐκ τῶν πολλῶν ἀδελφῶν ὑμῶν, ὑμεῖς ἐξελέχθητε παρὰ θεῷ ὁμολογεῖν αὐτῷ καὶ διὰ τοῦτο εἶναι ἐν φυλακῇ; πάντως ὅτι πολὺ ἠγαπήσατε· πάντως ὅτι ἀληθῶς ἐπιστεύσατε· εὐλογῶ οὖν τὸν θεόν μου καὶ κύριον τὸν μεγαλεῖα ποιήσαντα ἐν ὑμῖν· βλέπετε ἀδελφοὶ καθὼς καὶ προέγραψα ὑμῖν, στῆτε γενναίως, ἀνολιγώρως, κραταιῶς καθὼς ἐκλήθητε ὑπὸ θεοῦ· δοξάτε αὐτὸν ἐν τοῖς μέλεσιν ὑμῶν, μὴ παραδέξεσθε διδασκαλίαν αἱρετικοῦ· μὴ ὀκλάσητε πρὸς τὴν κακοπάθειαν τῆς φυλακῆς, ἀκούοντες τοῦ λέγοντος, ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· μνημονεύετε κἀμοῦ τοῦ ἁμαρτωλοῦ· ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ὁ κύριος μεθ᾽ ὑμῶν· ἀμήν.

· Contents ·