Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 163: To Nicholas the Baker

ρξγ΄. Νικολάῳ μάγκιπι.

Πῶς οἴῃ δέχεσθαί με τὰς ἀποστολάς σου καὶ εὐλογίας, ἠγαπημένε ἄνερ· οὐδ᾽ ἂν χρυσίου τάλαντα τοσαῦτα ἡδύτερόν μοι εἰς ὑποδοχήν· διότι ἐξ ἀνθρώπου ὀρθοδόξου φυλάττοντος ἀρχαίαν ἀγάπην, καὶ μὴ ἑαλωκότος τῇ κοινωνίᾳ τῆς αἱρέσεως· ὃ καὶ μάλα με ξενίζει, πῶς ἐν μέσῳ πυρὸς ἄφλεκτος διαμένοις· ἀλλὰ γὰρ καὶ ἔτι διαμενεῖς θείᾳ προμηθείᾳ ὡς ἂν μέγα δῶρον ἀπενέγκοις τῷ θεῷ τῆς οἰκείας σωτηρίας· πάνυ δὲ ἐθεραπεύθην, καί γε με μακάρικά σε ὅτι τὸν γραμματηφόρον ἐν ἡμέρᾳ ἑορτῆς ἔλαβες συνδαιτυμόνα ἐν τόπῳ ξένῳ καὶ τραπέζῃ πληθούσῃ· ἀνθ᾽ οὗ ἀνακλινεῖ σε ὁ κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ εἰς εὐφροσύνην αἰώνιον.

· Contents ·