Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 164: To Isidore, a Layman

ρξδ΄. Ἰσιδώρῳ λαϊκῷ.

Καὶ πάλιν κόπους σοι παρέσχον ἄνθρωπε τοῦ θεοῦ καὶ γνήσιε φίλε ἐπὶ ταῖς ἀποστολαῖς σου· ἀλλ᾽ ὁ κύριος ἀντιμετρήσει σοι μισθὸν ἐπουράνιον, ὃν χρήζει παρὰ κυρίου, ὑπὲρ οὗ καὶ μετέρχῃ βίον παρθενίας καὶ εὐλαβείας· σχολάζων ἐν ἐκκλησίαις, διατρίβων ἐν ἔργοις εὐσεβείας, ὡς φιλομόναχος, ὡς ἄπλαστος, οἰκῶν οἰκίαν κατὰ τὸν πατριάρχην Ἰακάβ· ἔτι παρακαλῶ ἔχεσθαί σε τῆς ὀρθοδοξίας καὶ ἀποχῆς τῆς αἱρετικῆς κοινωνίας, δι᾽ ἣν ἕξομεν παρρησίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ· μιμνήσκου ἡμῶν εὐχὰς ἁγίας ποιούμενος τιμιώτατέ μου καὶ ποθεινότατε.

· Contents ·