Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 165: To an Abbess

ρξε΄. Ἡγουμένῃ.

Ἀπήγγειλέν μοι ὁ ἀδελφὸς ἑωρακέναι σου τὴν τιμιότητα, καὶ ὡς ἔῤῥωται κατὰ πνεῦμα, τὴν δι᾽ ὑπομονῆς ἐλπίδα κατέχουσα· καί γε ἐδόξασα τὸν ἀγαθὸν θεὸν ἡμῶν, καὶ ἐν ἀσθενεῖ φύσει τὴν ἑαυτοῦ δύναμιν ἐμφανίσαντα· τῇ ὄντι γὰρ μακαρία σὺ ἐν μοναζούσαις, ἀλλὰ γὰρ καὶ ἐν γυναιξὶν πάσαις· ὅτι ἐν ταῖς ἡμέραις ταύταις ἐν αἷς ἑάλωσαν οὐ μόνον γυναῖκες ὁμόσχημοι καὶ κανονικαὶ, ἀλλὰ καὶ πάντες μικροῦ δεῖν ἐν τῇ Βυζαντίδι μονασταί τε καὶ ἡγούμενοι, αὐτὴ σὺν ἄλλαις τέσσαρσιν ἢ καὶ πρὸς, εἴλου ὑπὲρ Χριστοῦ πάσχειν, ἢ μετασχεῖν τῆς χωριζούσης Χριστοῦ αἱρετικῆς κοινωνίας· ὁ γὰρ μετέχων αὐτῆς, ἀπόκληρος Χριστοῦ ὡς ὁ Ἰούδας, καὶ κοινωνὸς τῶν παραλαβόντων τὸν κύριον εἰς τὸ σταυρωθῆναι· καὶ γὰρ τοῦ Χριστοῦ διῶκται καὶ σταυρῶται, τὴν εἰκόνα αὐτοῦ ἐκμειοῦντες καὶ ἀποσκορακίζοντες· ὥσπερ καὶ αὐτῆς τῆς θεοτόκου καὶ ἑκάστου τῶν ἁγίων· βλέπε δούλη Χριστοῦ μὴ καταισχύνῃς τὸν καλέσαντά σε εἰς τὴν ὁμολογίαν αὐτοῦ· σπέρμα ἅγιον σύ· ἐῶ τὸ κατὰ σάρκα ὅτι καὶ τοῦτο τοιοῦτον· ἀλλὰ Θέκλης λέγω τῆς πρωτομάρτυρος, Φεβρονίας, Εὐγενείας, Ματρώνης, καὶ τῶν ὁμοίων· εἶπον δὲ Ματρώνης, ὅτι καὶ ἐν ταῖς κατ᾽ αὐτὴν ἡμέραις αἱρέσεως οὔσης, καί τινων μοναζουσῶν ἐνισταμένων ἀπέχεσθαι τῆς κοινωνίας ὡς ὑμεῖς νῦν, οἱ ἀλάστορες αἱρετικοὶ μὴ φέροντες τὴν μανίαν, βίᾳ χειρὶ ἤνοιγον τὰ στόματα καὶ ἐνέχεον τὴν κοινωνίαν αὐτῶν· ἀλλὰ τὸ χειρὶ, οὐ συνηγορεῖτο, ὥστε καὶ αὐτὴ σκοπεῖς πολλὰ διὰ Χριστὸν πειρασθῆναι· ἀλλὰ μηδαμῶς ἐκκλίνωμεν· Χριστὸς γὰρ ἡμῖν βοηθὸς, κἂν μέχρις αἵματος πειράσωσιν· προσεύχου περὶ ἡμῶν διὰ τὸν κύριον καὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς μὴ ἀποτυχεῖν Χριστοῦ.

· Contents ·