Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 166: To John of Chalcedon
ρξϛ΄. Ἰωάννῃ Χαλκηδόνος.
Ὃν ἐκ μακροῦ χρόνου ὥδινον πόθον, νῦν ἀποτεκνὼν, εἰκότως εὐχαριστῶ τῷ θεῷ μου ὁ ταπεινός· τίς δὲ ὁ πόθος; τῷ γράμματι συναφθῆναί με τῇ πατρικῇ ἁγιωσύνῃ σου, καὶ δοῦναι ἀσπασμὸν καὶ γνωρίσαι τὸν πόθον ὅσος καὶ ἡλίκος· οὐχ ὅτι τὸ πρὶν οὐκ ἦν, ἀλλ᾽ ὅτι ἄρτι μάλα ἐξῆπται τῇ ὑπὲρ ἀληθείας ταυτοπαθείᾳ· οὗ γὰρ ὁμόνοια πίστεως, ἐκεῖ δηλαδὴ καὶ ἀγάπης σύνδεσμος· οὗ δὲ ἀγάπης σύνδεσμος, ἐκεῖ θεὸς τὸ κεφάλαιον ὑπὲρ οὗ καὶ δι᾽ ὃν, τὸ πάσχειν· ἀλλὰ τὸ μὲν ἡμέτερον οὐδενὸς λόγου διὰ τὸ ἀμφοτέρωθεν μηδαμινόν· τὸ δὲ τῆς σῆς ὁσιότητος καὶ τῶν οἷος σὺ, μεγίστης εὐδοξίας τὰ παρόντα, ὑπὲρ εὐσεβείας ἐλομένων κινδυνεύειν καὶ κακοπαθείας ἀνατλᾶν· ὁπόσης γὰρ θλίψεως τὸ περιορισθῆναί σου τὴν θεοσέβειαν πόῤῥω που τῶν ἐν ἄστει· καὶ ἕλκειν ἡμέραν ἐξ ἡμέρας πόνους καὶ ὀδύνας ἐξοριστικὰς καὶ μεριμνητικὰς τῶν διαφερόντων καὶ πνεύματι καὶ σώματι· καὶ ταῦτα ἐν ἀσθενεῖ σώματι καὶ ἀηθεῖ τῶν τοιούτων· εἰ καὶ τοῖς ἑκουσίοις τῆς ἀσκήσεως πόνοις, ἱκανῶς προγεγυμνασμένῳ· ἀλλ᾽ εὖγε ὦ πατέρων κράτιστε, ὅτι σὲ ἔλαβεν ἡ ἐκκλησία ἐκ τῆς συγκλήτου κόσμον ἑαυτῇ τὰ πρῶτα· νῦν δὲ καὶ φύλακα τῶν εὐσεβῶν αὐτῆς δογμάτων, ὁμολογίας στέφανον ἀναδησάμενον· πῶς γὰρ οὔ; ὑπὲρ Χριστοῦ πάσχοντα, καὶ μὴ ὑπείκοντα τοῖς Χριστὸν διώκουσι, κἂν οὐ δοκῇ τοῖς ἐλαύνουσι· Χριστὸς γὰρ ἡ Χριστοῦ εἰκὼν, ὡς σταυρὸς ὁ σταυροῦ τύπος· καὶ οὔπω λέγω τῆς θεοτόκου καὶ οὑτινοσοῦν τῶν ἁγίων· εἰδότι σοι καὶ ἡμᾶς μᾶλλον μυοῦντι καὶ τεχνοῦντι τοὺς ἀμυήτους καὶ ἀσόφους· δεινὸν οὖν ὦ θεία καὶ ἱερὰ κεφαλὴ τὸ ἀσέβημα, καὶ προεισόδιον τῆς τοῦ ἀντιχρίστου ἐλεύσεως, καὶ οἱονεὶ εἰκὼν, εἴπερ τῇ Χριστοῦ εἰκόνι μάχεται, μηδένα διαμερισμὸν πρὸς τὸ πρωτότυπον ἐχούσῃ· τοιαύτη γὰρ ἡ φύσις τῶν λεγομένων· διὸ ὅσον τὸ μέγεθος τῆς ἀσεβείας ἐκείνοις, τοσοῦτον ἡμῖν τὸ αὔχημα τῆς ὁμολογίας, μὴ τὰ δευτέρια παραχωρούσης τῶν πάλαι Χριστοῦ μαρτύρων· ὧν τὸν στέφανον κομίσειας τρισόλβιε· προσευχόμενος εἰρήνην τῇ ἐκκλησίᾳ, καί γε κἀμοὶ τῷ ἐλαχίστῳ μὴ πάντη διαμαρτεῖν τῆς τῶν ἰχνῶν σου προσψαύσεως, διὰ τὸ μέγιστόν με φορτίον οἴσειν τῶν ἁμαρτιῶν.