Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 167: To Euthymius, His Son
ρξζ΄. Εὐθυμίῳ τέκνῳ.
Ὑγίαινε τέκνον μου ἠγαπημένον Εὐθύμιε· οὐ παύομαι οὖν μεμνῆσθαί σου ἐν ταῖς ταπειναῖς μου προσευχαῖς· ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεώς τε καὶ ἀγάπης· πῶς ἀπὸ πρώτης ἡμέρας ἀνεστράφης ἐν τῇ ὑποταγῇ σου χρηστῶς· πῶς τε ἐν αὐτῇ τῇ ἡμέρᾳ τοῦ χωρισμοῦ, ἔδειξας τὸ τῆς ἀγάπης σου καὶ εὐπροθύμου γνώμης, τοῦτο μὲν ἐλθὼν καὶ ἐνεγκὼν τὰ κατὰ χρείαν ἐν τῷ οἴκῳ τοῦ ἁρπάσαντός με ἄρχοντος, τοῦτο δὲ καὶ ἐμπλοήσας καὶ συμπροθυμησάμενός με περὶ τῶν χρηστοτέρων ἐλπίδων εἰς τὴν ἀδελφότητα φρουρουμένην στρατιωτικῇ χειρὶ εἰς τὰ Στουδίου· καί γε δέδειχας ἐξ ὧν προεθύμου, μόνος καλῶς βουλευσάμενος εἰ καὶ ῥιψοκινδύνως· τί τοῦτο; ἀναθεματίσαι τὸν ἀλιτήριον Ἀντώνιον καθελόντα τὰς σεπτὰς εἰκόνας, σὺν πάσῃ τῇ ἀδελφότητι· δι᾽ ἣν αἰτίαν ἐτύφθης σὺν ἐννέα προέχουσι ἀνδρείᾳ τῶν ἄλλων· ἔργον ἐποίησας τέκνον μου μάρτυρος, στρατιώτου Ἰησοῦ Χριστοῦ· ὦ τῆς μεγαλονοίας σου· ὦ τῆς στεῤῥοκαρδίας σου· πρώτου μαστιγωθέντος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ, καὶ ἐκβάντος ἐκ τῶν τοσούτων πληγῶν ἐξαίμου καὶ σαρκοτμήτου· μήτε γοερὰν φωνὴν ἀφεῖναι, μήτε συμπεσεῖν τῷ προσώπῳ, ἀλλ᾽ ἐκείνην ῥῆξαι τὴν ῥῆσιν ἣν ἄδουσι πολλοὶ, μὴ φοβηθῆτε ἀδελφοί· οὐδέν ἐστι ταῦτα· ὦ τῆς ἁγίας σου γλώσσης· αὕτη ἡ φωνὴ καὶ τὸν τύραννον καὶ πανδαμάτορα ἤσχυνεν, τύψαντά σε ἔτι διὰ ταύτην, καὶ τοὺς ἀδελφούς σου παρεθάῤῥυνεν ἴσά σοι ἐνηθληκέναι· καὶ τὸ μέγιστον, τὸν θεὸν εὔφρανεν τὸν ἑτοιμάζοντά σοι τὸν στέφανον τῆς δικαιοσύνης· μόνον, τέκνον, τελείως ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα· πέποιθα δὲ, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸν ἄθλον τοῦτον, καὶ τελειώσειεν· βοήθει καὶ ἐν τῇ ἐξορίᾳ ἀδελφὲ τοῖς συνεξορίστοις σου, λόγῳ, ἔργῳ· προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα ἐνέγκω πάντα διὰ Χριστὸν τὸν νῦν διωκόμενον διὰ τῆς ἁγίας εἰκόνος αὐτοῦ· προσαγορεύουσιν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου· ἀμήν.