Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 168: To Hyperechius, His Son
ρξη΄. Ὑπερεχίῳ τέκνῳ.
Εὖγε εὖγε Ὑπερέχιε τέκνον ἐμόν· καλὸν ἄθλον ἠξιώθης ἀπενέγκασθαι ὑπὲρ Χριστοῦ· ἐδάρης, ἐφυλακίσθης, ἐξωρίσθης, ἐλογίσθης μετὰ ὁμολογητῶν Χριστοῦ· πόθέν σοι ἡ χάρις αὕτη, τὸ δῶρον τὸ οὐράνιον, ἵνα σου τὸ αἶμα ἴδῃς διὰ Χριστὸν περιῤῥεόμενον, καὶ τὰς σάρκας ἐξεσμένας ταῖς μάστιξιν; ἀπελούσω τὰς ἁμαρτίας, ἡγίασας σεαυτόν· βλέπε ἀδελφέ μου μή ποτε ἐπιλάθῃ τῆς εὐεργεσίας, μή ποτε ἀπονυστάξῃς ἀπὸ θεοῦ· γρηγόρει εἰς τὴν σωτηρίαν σου παρακαλῶ, εἰς ὑπομονὴν τελειώσεως· οὐ γὰρ τὸ ἄρξασθαι μόνον, ἀλλὰ καὶ τὸ τελειῶσαι μακάριον. Ἤνεγκας πόνους πληγῶν, ἔνεγκον τέκνον μου καὶ κόπους ἀσκήσεως, λογισμοὺς πονηροὺς καθαίρων ἀπὸ τῆς καρδίας σου, ἐξ ὧν προάγεται ἄνθρωπος εἰς πρᾶξιν ἁμαρτίας· φοβερὸς ὁ θεὸς, πῦρ καταναλίσκων τοὺς καταφρονητάς· φύγωμεν τὴν παρῥησίαν, τὴν θύραν τῆς ἀνομίας· ἔστω τὸ κάθισμά σου ἀσκανδάλιστον, ὅσιον· ψαλμὸν ἔχεις, ᾠδὴν ἔχεις, εὐχὴν ἔχεις· ἀνάγνωσιν ἔχε, δάκρυον· ἀναλογίζου ἀεὶ τὸν θάνατον, τὴν ἡμέραν τῆς κρίσεως, ὅτε γυμνὰ καὶ τετραχῃλισμένα σταίη τὰ σύμπαντα· οἷος φόβος ἐκεῖ καὶ τρόμος τῷ κατ᾽ ἐμὲ ἁμαρτωλῷ, καὶ πηλίκη χαρὰ καὶ ἀγαλλίασις τῷ δικαίῳ· ναὶ τέκνον φυλακῇ φυλάξωμεν ἑαυτοὺς, ἵνα τὴν παραθήκην ἡμῶν, τουτέστι τὴν ψυχὴν προσενέγκωμεν τῷ θεῷ σῶαν, καθαράν· κἂν γὰρ ῥυποῦται διὰ τῶν σκολιῶν λογισμῶν, ἀλλὰ καθαρίζεται πάλιν διὰ τῶν ἐν μετανοίᾳ δακρύων· προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σώζωμαι ἐν πᾶσιν· οἱ μετ᾽ ἐμοῦ ἀδελφοί σου προσαγορεύουσιν σε· ἡ χάρις μετὰ σοῦ· ἀμήν.