Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 169: To Aphrodisius, His Son

ρξθ΄. Ἀφροδισίῳ τέκνῳ.

Χαίροις Ἀφροδίσιε τὸ ἐμὸν τέκνον, μᾶλλον δὲ θεοῦ ὑπὲρ οὗ ὁ προκείμενος ἀγών· τί τὸ γεγονὼς ἐν σοὶ ὅτι οὕτως ἀπηυτομόλησας ἐκδοῦναι τὰς ἑαυτοῦ σάρκας ὑπὲρ Χριστοῦ, οὕτως ἐνεγκὼν τὰς τοσαύτας πληγὰς ὡς ἀδάμας καρτερῶς; χαῖρε τοῦ Χριστοῦ στρατιώτα· ὅρα ποῦ σε κέκληκεν ἡ χάρις· πῶς ἀνεπήδησας εἰς ὕψος ἀρετῆς, ἀναποιησάμενος ἑαυτὸν ἀπὸ προλαβόντων ἐλαττωμάτων· ἐδόξασας τὸν θεὸν τέκνον μου ἐν τοῖς μέλεσί σου, ἑτίμησας κἀμὲ τὸν ἁμαρτωλόν· ἔλαμψας ἐν τῇ ἀδελφότητί σου μετὰ τῆς ἰσάθλου ἑταιρίας ὡς ἀστὴρ ἑωθινός· ἐγένου τῆς ἐκκλησίας τοῦ θεοῦ στύλος· μακάριος εἶ καὶ καλόν σοι ἔσται· ἀλλὰ βλέπε τὸ ἔργον σου ὅτι ἀκμὴν οὐκ εἰς πέρας ἐστίν· δεῖ μέχρι τέλους ἐγκαρτερῆσαι, ἵνα οὕτως στεφανωθῇς· φέρε γενναίως τὰ τῆς ἐξορίας, ἑτοιμάζου καὶ ἀποθανεῖν διὰ Χριστοῦ τὴν ἁγίαν εἰκόνα· φύλαττε ἑαυτὸν ἀπαρῥησίαστον· γρηγόρει πρὸς τοὺς ἀοράτους ἐχθρούς· χαῖρε τῇ ἐλπίδι· ὑπόμενε τῇ θλίψει· νῆφε ταῖς προσευχαῖς· δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σώζωμαι σὺν ὑμῖν· ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ὁ κύριος μετὰ σοῦ.

· Contents ·