Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 170: To Amonas, His Son
ρο΄. Ἀμωνᾷ τέκνῳ.
Ἀδελφὲ Ἀμωνᾶ χαῖρε ἐν κυρίῳ· ἀσπάζομαί σε ἀπὸ χειλέων καρδίας μου· στεφανῶν σε ἐπαίνοις καλῶς ἀγωνισάμενον, ὑπὲρ Χριστοῦ μαστιγωθέντα, καὶ εὐφόρως ἐνεγκόντα τὰς τοσαύτας πληγάς· εἴθε ἠσπασάμην τὰς ξανθείσας σου σάρκας διὰ Χριστόν· εἴθε ἠξιούμην κἀγὼ ὁ ταπεινὸς συγκοινωνῆσαί σου τοῖς πάθεσι, πλὴν τῇ διαθέσει συνεκοινώνησα· καὶ χαίρω ὅτι τοιοῦτον τέκνον κέκτημαι ὁ ἁμαρτωλὸς, οὗ τὸ αἷμα σὺν τοῖς συνάθλοις ἀδελφοῖς σου μαρτύριον ἀληθείας τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· οὗ ἡ ἐξορία εἰς ἐξοστράκησιν τῆς ἀσεβείας· μιᾷ ῥοπῇ τετραυμάτισαι, καὶ ὁρᾶς οἵοις ἐγκωμίοις ἐπάδεσαι· τί λοιπὸν ἐπὶ τοῦ κριτηρίου τῶν ἁπάντων ὅτε προσληφθήσονται εἰς βασιλείαν οὐρανῶν παρ᾽ αὐτοῦ οἱ εὐλογημένοι τοῦ πατρὸς αὐτοῦ· διὸ θάρσει, στῆθι· ἔτι γὰρ ὁ ἀγὼν, ἔτι ὁ δρόμος· μὴ ἀναπέσῃς ὡς ἤδη τελειοδρομήσας· ἐὰν δέῃ, καὶ σφαγιασθῶμεν ὑπὲρ τῆς ἁγίας εἰκόνος Χριστοῦ· ναὶ τέκνον μου παρακαλῶ, μὴ ὀλιγωρήσωμεν τὴν ἄσκησιν, τὴν ἐξορίαν· οὐ γὰρ ὁ ἐναρξάμενος μόνον ἐπαινετὸς, ἀλλ᾽ ὁ τελειῶν τὸ ἔργον τοῦ θεοῦ· ἔχομεν καθ᾽ ἡμέραν τοὺς νοητοὺς ἐχθροὺς τιτρώσκοντας ἡμᾶς βέλεσι λογισμῶν· βλέπε τούτους, ἔσο τεθωρακισμένος τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ἐλπίδι· ἀκούω ὅτι ἀκριβολόγησαι τὸ καθισματιόν σου ἀπαρρησιάστως καὶ χαίρω· πάντων γὰρ κακῶν μήτηρ ἡ παῤῥησία· ὁ θεός σε τέκνον ἔτι ἀνδριώσειεν, στερεώσειεν, καταρτίσειεν εἰς πᾶν ἔργον ἀγαθόν· προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σώζωμαι· ἐὰν σύνεστί σοι ὁ κατὰ σάρκα καὶ πνεῦμα ἀδελφὸς καὶ τέκνον μου, προσαγορεύω αὐτόν· οἱ σὺν ἐμοὶ ἀδελφοί σου ἀσπάζονταί σε· ἡ χάρις μετὰ σοῦ· ἀμήν.