Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 18: To Euschemon of Lampsacus
ιη΄. Εὐσχήμονι Λαμψάκου.
Ἔγνων ὡς ἡ ὁσιότης σου εἴληπται ὑπὸ τῶν διωκτῶν· καὶ τοῦτο τῆς προνοίας, ἵνα καὶ διὰ τῆς σῆς ὁμολογίας ὑπηρεισθῇ καὶ ἑδραιωθῇ ἡ τοῦ θεοῦ ἐκκλησία ἐκ τοῦ καταλαβόντος αὐτὴν ἐξ ἀσεβείας σεισμοῦ· οἷα γὰρ ὁρᾶς ὦ φιλότης τὰ πτώματα· πῶς εὐαρίθμητοι σχεδὸν οἱ ἀκατάβλητοι ἐξ ἁπάντων βαθμῶν· πάντες δὲ ὕπτιοι· ὦ τῆς ἐξαφθείσης ὀργῆς· ὦ τῆς ἐπὶ τὰ πάλαι ἀναδρομῆς· ἐγενήθημεν ὡς τὸ ἀπ᾽ ἀρχῆς, ὅτε ἀφήρητο ὁ τῆς ἐκκλησίας κόσμος, καὶ διεσκέδαστο νόμος θεοῦ· τοιαῦτα τὰ παρόντα, ἐλεεινὰ, σκυθρωπά· θυσιαστήρια καθυβρισμένα δι᾽ ἀτιμίας τῶν εἰκόνων· ναοὶ βεβηλούμενοι διὰ τῶν ἐναγῶν ἱερέων· τί πολυλογεῖν δεῖ; Χριστὸς ἀτιμώμενος καὶ διωκόμενος διὰ τῆς ἀθετήσεως τοῦ ἱεροῦ αὐτοῦ χαρακτῆρος· εἰ δὲ Χριστοῦ οὕτως, τί τῆς θεοτόκου ἢ οὕτινος τῶν θεοῦ θεραπόντων; ταῦτα θρήνων καὶ ὀδυρμῶν· ταῦτα ἠκουτίζετο μὲν ἡμῖν παρὰ τῶν οἰκείων πατέρων, πείρᾳ εἰδότων τὰ τότε συμβεβηκότα, νῦν δὲ καὶ ἡμῖν τοῖς ταπεινοῖς παρίσταται ἄγαν ἀνιῶντα· ἀλλὰ ἄρον ὦ πάτερ πρὸς τὸν οὐρανόν σου τὰς παλάμας· ἀλλ᾽ ἱλέωσαι θεόν· ἀλλὰ ὄρεξον δεξιὰν πρεσβευτικὴν κἀμοὶ τῷ ἀδρανεῖ καὶ ἁμαρτωλῷ, ἐνεγκεῖν ἡμᾶς πάντα μετὰ χαρᾶς ὅσα καὶ χαρίσοιτο Χριστὸς δι᾽ αὐτὸν παθεῖν, μὴ φοβουμένους θεοκελεύστως τοὺς ἀποκταίνειν δυναμένους τὸ σῶμα· ἀλλὰ καὶ τὸν τοῦτο καὶ τὴν ψυχὴν ἐμβαλεῖν ἔχοντα ἐξουσίαν ἐν τῷ ἀσβέστῳ πυρὶ τῆς γεέννης.