Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 171: To Symeon, His Son

ροα΄. Συμεὼν τέκνῳ.

Χαῖρε τέκνον μου Συμεὼν ὁ κληθεὶς ὑπὸ τῆς χάριτος εἰς ὁμολογίαν Χριστοῦ· ἴδε πῶς οὐκ ἐπῃσχύνθη σε Χριστὸς κατὰ τὴν προτέραν ἀναστροφὴν, ἀλλ᾽ εὐδοκῶν μαστιγωθῆναί σε ὑπὲρ αὐτοῦ, χλευασθῆναι, φυλακισθῆναι, εἶτα καὶ ἐξωρισθῆναι σὺν τοῖς ὁμοτρόποις σου ἀδελφοῖς· τί ἀνταποδώσεις τῷ κυρίῳ; τί προσενέγκοις κατ᾽ ἀξίαν; τί ἄλλο, ἢ τὸ φυλάξαί σε ἀναφαίρετον τὴν χάριν διὰ μακροθυμίας καὶ τελείας πίστεως; ὅθεν γρηγόρει, νῆφε πρὸς τὰς μεθοδίας τοῦ διαβόλου, μή που παρεισδύσῃ, μή που ὑποσκελίσῃ· φύγε ἀπὸ ὄψεως γυναικῶν· κάθου μὴ παρακινούμενος· τοῦτο δὲ λέγω, διὰ τὸ ἀκηκοέναί με χάριν ἰατρείας ἀφίστασθαί σε τῆς κέλλης· οὐ τοιοῦτος ὁ καιρὸς τέκνον μου, ἀλλὰ μαρτυρίου· ἰατρεύειν θέλεις; ἰῶ τοὺς κατὰ ψυχὴν νοσοῦντας διὰ λόγου· εἰ δὲ καὶ σώματι, ἄν περ εὔκολόν σοι ἔστι καθημένῳ καὶ μὴ μεταβαίνοντι τόπον ἐκ τόπον· καὶ τοῦτο ἐπὶ ἀνδρῶν εὐσεβῶν, οὐ μέν τοι γυναικῶν· φιλῶν σε ὑπομιμνήσκω· ἔστω δὲ ἀεὶ ἡ μερίμνα καὶ ἀδολεσχία σου ἐν νόμῳ ὑψίστου μετὰ ἐργοχείρου· ἡ γὰρ ἀργία, μήτηρ ἁμαρτίας· ἐκδέχου καὶ αὖθις πληγὰς διὰ Χριστὸν, μή πως καὶ θάνατον τὸν ἀοίδιμον, ἐάν περ τοσοῦτον καταξιώσειεν εἰς σέ· προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σώζωμαι ἐν πᾶσιν· οἱ σὺν ἐμοὶ ἀδελφοὶ προσαγορεύουσίν σε· ὁ κύριός σε διαφυλάξειεν ἀσινῆ κατὰ πάντα· ἡ χάρις μετὰ σοῦ· ἀμήν.

· Contents ·