Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 172: To Theophylact the Priest
ροβ΄. Θεοφυλάκτῳ πρεσβυτέρῳ.
Ἐξ ὧν ἐπέστειλεν ἡ τιμιότης σου, ἐφανέρωσεν ἑαυτῆς τὴν ἀρετὴν, διά τε τῆς κατὰ τὴν ἐπιγραφὴν ταπεινολογίας, καὶ διὰ τῆς ἐν τοῖς γράμμασιν ἐμφερομένης δυνάμεως· τὸ γάρ τοι τοῖς μάρτυσι συμπαρεῖναι σε, συμπροθυμούμενον καὶ συναγωνιῶντα, καὶ τὸν ἅγιον Θαδδαῖον οἰκείαις χερσὶν ἐνταφιάσαι, ἀπόδειξιν ὅτι μάλιστα μεγίστην εὐσεβείας σου ἔχει, ὦ ἱερὲ ἄνερ· ἀλγῶ δὲ ἐν σοὶ διὰ τὸ τῆς ἀσεβείας χειρόγραφον· ἀλλὰ μὴ λυποῦ· ἤδη λεαίνεται, καὶ τῷ στεναγμῷ σου διαῤῥήσσεται· φέρε τοίνυν τὸ ἄλγος, καὶ τὸν καιρὸν τῆς εἰργομένης ἱερατείας, ἕως ἂν ἐπιλάμψειεν Χριστὸς ἔαρ ὀρθοδοξίας, ἐν ῷ καυχήσῃ ἐν οἷς διὰ Χριστὸν δρᾶς νῦν, μετὰ καὶ τῆς ἀπολήψεως τοῦ βαθμοῦ δηλονότι.