Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 173: To Bessarion, His Son

ρογ΄. Βησαρίωνι τέκνῳ.

Εἰ καὶ μὴ ἐδεξάμην ἀντίγραφα ὧν ἐπέστειλά σοι, τέκνον μου, ἠγαπημένον δι᾽ ἣν αἰτίαν οἶδεν ὁ γραμματηφόρος, ἀλλ᾽ ὅμως ἐμοὶ τὸ γράφειν οὐκ ὀκνηρόν· καί περ ὄντι ἐγκεκλεισμένῳ ἀσφαλῶς σὺν τῷ ἀδελφῷ Νικολάῳ· χαίροις οὖν ὁ μάρτυς τῆς ἀληθείας· χαίροις ὁ ὁμολογητὴς τοῦ Χριστοῦ· χαίροις τὸ ἐμὸν καὶ τῆς ἐκκλησίας καύχημα· ὁρᾶς οἵας φωνὰς ἀκούεις; τί σοι παρέσχεν ἡ καλὴ ὑποταγὴ, ἡ πίστις ἡ ὀρθὴ, ἡ ὑπομονὴ τῆς φυλακῆς, ἡ ἀδειλία καὶ ἀφόβητος ἔνστασις, ἡ τῶν μαστίγων ὑποδοχὴ, τῶν σαρκῶν ὁ ξεσμὸς, τοῦ αἵματος ἡ κένωσις, τῶν μωλώπων αἱ ᾠτειλαί; ποῦ σε ἀνύψωσαν; τί σε ἀπειργάσοντο; καὶ ἔτι ὑψωθήσῃ, καὶ ἔτι μεγαλυνθήσῃ· ἐάν περ ἱερέ μου παῖ ὑπομείνῃς τελέως ὅσα ἂν καὶ συμβαίη ἐλθεῖν· ὁ γὰρ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται εἶπεν ὁ κύριος· εἰ καὶ πάλιν τύψωσιν, ὁ Χριστὸς βοηθός· ἢ οὐκ οἶδας ὅτι ὅσον περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ, τοσοῦτον καὶ ἡ δόξα καὶ ἡ παράκλησις; φέρε υἱέ μου τὴν μόνωσιν, τὴν φυλακὴν, τὴν στενοχωρίαν, τὴν ἀθυμίαν· ἀνάπνεε Χριστὸν, κόπτε τοὺς λογισμοὺς τῶν ἐναντίων· τὴν ἡμέραν μερίμνησον διελθεῖν ἐν ᾗ ζῇς, καὶ περὶ τῆς αὔριον μὴ φροντίσῃς· ὁ δοὺς σήμερον ὑπομονὴν, δοίη καὶ εἰς τὴν ἑξῆς ἐὰν φθάσωμεν· ταῦτά σοι παρ᾽ ἐμοῦ· ταῦτα καὶ αὐτὸς περὶ ἡμῶν τῶν ἁμαρτωλῶν εὔχεσθε μὴ διαλείποις· εἰρήνη σοι παρὰ Χριστοῦ.

· Contents ·