Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 174: To John, His Son

ροδ΄. Ἰωάννῃ τέκνῳ.

Ἐπέγνων τὴν δύναμιν τῶν γραμμάτων σου τέκνον μου, καὶ ηὐχαρίστησα τῷ θεῷ μου ὅτι διαφυλάττῃ ἀσινὴς ῥυσθεὶς ἐκ χειρὸς τῶν διωκτῶν· βλέπε οὖν πῶς καθίζῃ, ἵνα μὴ ἁλῷς πάλιν· εἰ δέ πως καὶ γένηται, στερέωσον τὴν ψυχήν σου, τέκνον μου, ὑπὲρ τοῦ ὀνόματος τοῦ θεοῦ ὑπομεῖναι πάντα· ὁρῶν μάλιστα τοὺς ἀδελφούς σου ἀθλήσαντας καὶ ἔτι ἀθλοῦντας· πάντα ἰσχύει ὁ πιστεύων ἐν τῷ ἐνδυναμοῦντι Χριστῷ· ὃς καὶ ἐκάλεσέν σε ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεῖν αὐτόν· ἱερατικῶς ζῆθι, εὐλαβῶς ἴσθι καθαίρων σαυτὸν, ἵνα καθαρὸς τῷ καθαρῷ προσπελάζοις· προσεύχου καὶ περὶ ἡμῶν ἵνα σωζοίμεθα, ἵνα τοὺς λόγους ἡμῶν ἡ πρᾶξις σφραγίζῃ, ἐπειδὴ ἁμαρτωλός εἰμι ἄνθρωπος· ὁ κύριος μετὰ τοῦ πνεύματός σου.

· Contents ·