Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 175: To Euodius, His Son
ροε΄. Εὐοδίῳ τέκνῳ.
Ἐπεὶ ἐδεξάμην σου τὴν διὰ τοῦ γράμματος ἀπολογίαν, τέκνον ἠγαπημένον, μετέβαλον τὸ λυπηρὸν τῆς ταπεινῆς μου ψυχῆς, ἀλγυνομένης ἐπὶ τοῖς συμβεβηκόσι· μὴ γὰρ οἴου ἀδελφὲ μικρὸν εἶναι τὸ ἐν λόγῳ πεσεῖν· τί λέγει ὁ κύριος; « εἴ τις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς·» ὁμοίως καὶ τὸ ἐναντίον· ἀλλ᾽ ἐπεὶ γέγονεν, ὁ θεὸς ἐλεήμων συγχωρῶν τὰ ὀλισθήματα ἡμῶν· μέχρι δὲ τούτου φθάσας, φοβήθητι τὸν θεὸν καὶ μὴ προβῇς εἰς περισσότερον· ἀλλὰ φεῖσαι σου τῆς ψυχῆς, κἀμοῦ τοῦ ταπεινοῦ, ὁρῶν σου τοὺς ἀδελφοὺς ἀθλοῦντας· οἱ γὰρ πεσόντες ἐλεεινοὶ καὶ ἔνθεν κἀκεῖθεν εἰ μὴ μετανοήσειαν ἀξιολόγως· τὰ δὲ καθ᾽ ἡμᾶς ὡς ἂν ἀπαγγείλῃ ὁ γραμματηφόρος μανθάνων, προσεύχου σώζεσθαι ἡμᾶς.