Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 176: To Abbot Nicetas
ροϛ΄. Νικήτᾳ ἡγουμένῳ.
Καὶ πρὸ τῶν γραμμάτων διὰ φωνῆς τοῦ γραμματηφόρου πάλαι διαγνοὺς τὰ κατὰ τὴν ὁσιότητα σου, ἤνεσα ὁ τάλας, καὶ νῦν διὰ τῆς ἀναγνώσεως, ᾖσα τῷ κυρίῳ μεγάλως, ὅτι ὁ πατὴρ ἐν τοῖς πατράσι, καὶ ὁ λαμπτὴρ ἐν τοῖς λαμπτῆρσιν· ἔδει γὰρ ἔδει τὸν δι᾽ ὑποταγῆς δοκίμου ἀχθέντα, καὶ διὰ νομίμου βίου καθηγησάμενον, μὴ ἐναπομεῖναι τοῖς συναπαχθεῖσι, κατὰ τὰς ἁμαρτίας μου, τῷ αἰῶνι τούτῳ· ἀλλὰ θάττον ῥαγῆναι τῇ μαχαίρᾳ τοῦ πνεύματος, καὶ περιφανεστέραν ποιήσασθαι τῆς ἤττης, τὴν ἀνάκλησιν· ἀναδραμόντα ἐν τῇ περιωπῇ τῆς Χριστοῦ ὁμολογίας, καὶ φρυκτοροῦντα ἐν κόσμῳ τὸ φῶς τῆς ἀληθείας· τοιαῦτα τὰ τῆς πατρικῆς σου ἁγιωσύνης, ἃ καὶ τοὺς ὀρθοδόξους εὔφρανεν, καὶ τοὺς ὑπεναντίους ἔπληξεν, ἐν ὅπλῳ δοκοῦντι ἰδίῳ τὴν τρῶσιν δεδεγμένους· οὐ γὰρ οὕτω δάκνει ὁ ἐνιστάμενος, ὡς ὁ μετὰ τὴν ἅλωσιν ἀναπαλαίσας ἐν κυρίῳ· τὰ δὲ ἡμέτερα οὐχ ὡς ἐγκωμιάζει ἡ φιλία σου, ὑφ᾽ ἧς καὶ φιλεῖ κλέπτεσθαι ὥς φασιν ἡ ἀλήθεια· πόῤῥω ἐγὼ ὁ ταπεινὸς καλοῦ παντός· τῆς σῆς δ᾽ ἂν εἴη θεοκλινοῦς προσευχῆς χρησιμεῦσαι με εἴς τι· καὶ ἐν ᾧ νῦν πάρεσμεν ἀγῶνι, τῆς μερίδος ὑμῶν τῶν ἁγίων μὴ ἀποπεσεῖν· ὁ δὲ ἀγὼν γνωστὸς τῇ θεοσεβείᾳ σου, ὅτι ὑπὲρ Χριστοῦ ἐστι τῆς εἰκόνος αὐτοῦ εἵνεκα ἀθλεῖν· ἑκάτερον γὰρ ἐν ἑκατέρῳ ἀχώριστον καὶ ὁμολογούμενον καὶ ἀρνούμενον· καὶ οἱ ἄρτι ὁμολογηταὶ μᾶλλον τῶν πάλαι ἠξίωνται ἐπαίειν πρὸς τοῦ κυρίου· μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες· ὁ σὺν ἐμοὶ προσαγορεύει τὴν ἁγιωσύνην σου, ὥσπερ κἀγὼ τὸν ἀληθῶς Ἀρσένιον, τὸν ἄρσενα τῇ φρονήσει καὶ διάπυρον τῷ ζήλῳ, τὸν σὸν μὲν ἀληθινὸν υἱὸν, ἐμὸν δὲ ἐραστὸν ἀδελφόν.