Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 177: To Antiochus the Silentiary

ροζ΄. Ἀντιόχῳ σιλεντιαρίῳ.

Ἄξιον τῆς εὐσεβείας σου τὸ γράμμα, ὅτι ἐν καιρῷ ἐν ᾧ φεύγουσιν οἱ πλεῖστοι καὶ ψιλὴν προσηγορίαν ἡμῶν ποιεῖσθαι, αὐτὸς καὶ γράφεις καὶ γράφειν ἡμᾶς ἐκκάλησαι ἐγκαλῶν τὴν σιωπήν· φαίνει τίνος εἶ ὄρπηξ, τοῦ χρυσοῦ γένους, τῆς εὐσεβοῦς ῥίζης· διὰ τοῦτο καὶ φιλῇ σὺ, καὶ φίλων ἐμοὶ ὁ διάπυρος, οὕτως στεργόμενος ὡς ὁ μακάριος γεννήτωρ· ἀλλὰ τὸ θαυμαστὸν ὅτι καὶ ἐν τῷ τῆς ἀπιστίας χειμῶνι οὐκ ἐμαράνθη σου τὸ τῆς ἀρετῆς ἄνθος· ἄχραντον διαμένον τῆς αἱρετικῆς κοινωνίας καθὰ γράφεις, ὃ καὶ διαμεμενηκέναι ἔτι προσευκτέον μοι· τῷ ὄντι γὰρ χαλεπὸν διαφυγεῖν καὶ μάλιστα ἐν ἀξιώματι, ἑαλωκότων σχεδὸν ἁπάντων δέει κινδύνου ἀνθρωπίνου, καταφρονήσει δὲ θεοῦ τοῦ ἀθετουμένου· οὗ τῇ προμηθείᾳ φυλάττοιο καὶ σώζοιο ἀμφοτέρωθεν ὁ κατὰ πάντα ἐρασμιώτατος ἅπασιν.

· Contents ·