Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 178: To Gregory
ροη΄. Γρηγορίῳ.
Αἱ ἀποστολαὶ τῶν ἐπιστολῶν σύζυγοι· σὺ δὲ ὦ φίλων ἄριστε, προσθείην δ᾽ ἂν καὶ εὐσεβῶν κράτιστε, ταῖς μὲν εὔφρανας καὶ μάλιστα ἐπὶ τοσαύταις καὶ τηλικαύταις· τῶν δὲ ἐφθόνησας μεταδοῦναι, καὶ ταῦτα ἐκ τῶν ἀδύτων θησαυρῶν σου τῆς καρδίας δαψιλῶς δυναμένων προϊέναι· ἵν᾽ οὖν μὴ ἑτεροζυγοῦντες φαινοίμεθα, προσθῶμεν ταῖς πρώταις καὶ τὰς δευτέρας· ὁρᾷς οἷα σοι φιλοσοφῷ ἐν καιρῷ φιλοσοφίας; φιλοσοφία γάρ ἐστι τὸ φυγεῖν τὸν ὄλεθρον τῆς αἱρέσεως, ἧς σε θεὸς ἀμέτοχον διατηρήσοιεν· ἀνταμειβόμενος ὑπὲρ ὧν ἔθρεψας ἡμᾶς τοὺς ταπεινοὺς τοῖς ἀκηράτοις ἀγαθοῖς.