Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 179: To Lucian, His Son

ροθ΄. Λουκιανῷ τέκνῳ.

Ἀδὰμ ποῦ εἶ; φωνή ἐστι θεοῦ, οὐ μόνον πρὸς τὸν ἀρχιπάτορα ἡμῶν, ἀλλὰ γὰρ καὶ πρὸς ἕκαστον τὸν ἐκπεπτωκότα τῆς θείας ἐντολῆς· ποῦ οὖν εἶ τέκνον καὶ ἀδελφέ; ἐκ ποίας δόξης ὠλισθήσαμεν, περιθέμενοι αἰσχύνης κάλυμμα; κἀγὼ ἐπὶ σοὶ στένω, κλάω, ἐν τῇ ἥττῃ σου τὸ οἰκεῖον πτῶμα ὁρῶν· οἴμμοι τί ὑπέστης; τί πέπονθας; ἀλλ᾽ ἐπειδὴ θεὸς τῶν μετανοούντων, ἀνάστα· τοῦτο πρῶτον καὶ τελευταῖον φάρμακον μετανοίας λαμβάνων, τὸ πᾶσιν ἐξαγορεύειν σου τὴν ἀνομίαν· ὅπως ὁ κύριος ἀφήσει σοι τὴν τῆς ἀσεβείας κοινωνίαν· ἀρκεῖ τοσοῦτον εἰπεῖν· οἴομαι γάρ σε συντετριμμένον εἶναι καὶ λίαν λελυπημένον· ἀλλὰ ἄνες τέκνον· ἐγγὺς κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.

· Contents ·