Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 180: To Myron

ρπ΄. Μύρωνι.

Ὠψίσθην ἐπιστεῖλαι τῇ θεοσεβείᾳ σου δεδειὼς τοὺς πειρασμοὺς, καὶ ἐν πείρᾳ αὐτῆς οὔπω ὡς δοκῶ γεγονώς· ἐπεὶ δὲ ἔμαθον ἀκριβέστερον ὅστις καὶ οἷος ὁ δεσπότης μου, ὅτι ἀγαθὸς καὶ εὐσεβὴς, προθύμως ἐχάραξα τὴν ἐπιστολὴν, δι᾽ ἧς ἀπευχαριστῶ καὶ μάλα γε εἰκότως, ὅτι περ ἐμνήσθης μου τῆς ταπεινώσεως, καὶ τοι γνώρισμα αὐτῆς οὕτως ἐναργῶς μὴ ἔχων· καὶ γε ἐν τοιούτῳ καιρῷ, ὁπότε δέει ἀνθρωπίνῳ, καὶ φίλοι τῷ δοκεῖν γνήσιοι ἀποτροπάδην ἔστησαν, ἤκιστα φροντίζοντες θεοῦ καὶ τῆς ἐντολῆς· ἐπειδὴ οἱ μὲν ὤλλυντο τῆς ἀγάπης φέρειν τὸν καρπόν· οἱ δὲ περὶ τὴν πίστιν τὸ χαλεπώτερον ἐναυάγησαν, τῷ κλύδωνι τῆς αἱρέσεως καταβαπτισθέντες καὶ τοὺς λογισμούς· ἀλλ᾽ εὖ γε ὅτι ὁ κύριός μου ἀμφοτέρωθεν κυβερνώμενος διασώζοις τὴν ὁλκάδα τῆς ψυχῆς ταῖς αὔραις τοῦ πνεύματος εἰς λιμένας σωτηρίας ἀπευθυνόμενος· ἐδόξασα οὖν τὸν ἀγαθὸν ἡμῶν θεὸν ὅτι ἔχει καὶ ἐν τοῖς αὐτόθι κρύβδην τοὺς μὴ παραῤῥυέντας, ἀλλ᾽ ὁμολογοῦντας αὐτὸν ἄνθρωπον διὰ φιλανθρωπίαν ἄπειρον γεγονέναι· οἱ γὰρ μὴ ἀνεχόμενοι εἰκόνα αὐτοῦ τοῦ σωματικοῦ χαρακτῆρος ἐνορᾶν, ἀρνοῦνται αὐτὸν ἀριδήλως μορφὴν τὴν καθ᾽ ἡμᾶς εἰληφέναι· ἰουδαΐζοντες ἐντεῦθεν, κἂν προσποιοῦνται ὁμολογεῖν Χριστὸν εἴσω τῆς ἡμετέρας φύσεως γενέσθαι· ὃς γὰρ οὐκ εἰκονίζεται, οὗτος οὐδὲ ἄνθρωπος ἀλλά τι ἔκτρωμα· πῶς γὰρ πρόσωπόν τις ἔχων οὐκ εἰκονισθήσεται; εἰ οὖν Χριστὸς εἶχεν πρόσωπον, εἰς ὃ ἐνέπτυσαν οἱ θεοκτόνοι, δῆλον ὅτι περιγράφεται ἤγουν εἰκονίζεται· εἰ δὲ εἶχεν, ἀλλ᾽ οὐκ εἰκονίζεται, ὡς τοῖς ἀσεβέσι δοκεῖ, φάντασμα σαφῶς· καὶ γὰρ τοῦ Οὐαλεντίνου τὸ ἀσέβημα ἔχουσι μανιχαίζοντες οἱ εἰκονομάχοι· ὧν τῆς πλάνης ῥυσθείης τελέως καὶ αὐτὸς, καὶ εἴ τις σοι τῆς ἀρετῆς καὶ εὐσεβείας παραπλήσιος· μικρὰ ὡς μεγάλα δέξαιο, φίλε, ἀνθ᾽ ὧν ἀπέστειλας τῇ ταπεινώσει μου, μηδὲν ἐχούσῃ κρεῖττον ἀμείψασθαι.

· Contents ·