Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 19: To Hilarion the Archimandrite

ιθ΄. Ἰλαρίωνι ἀρχιμανδρίτῃ.

Εὗρον ὀψὲ τοῦ καιροῦ ἀσπάσασθαι τὸν ἐμὸν ἅγιον πατέρα διὰ γράμματος· ὡς γὰρ γινώσκει σου ἡ τιμιότης τῆς αἱρέσεως μαινομένης καὶ μακρὰν ἡμῶν ἀπῳκισθέντων διὰ τῆς ἐξορίας, σπάνιον εὑρεῖν γραμματηφόρον καὶ μάλιστα πιστόν· γλίχομαι οὖν μαθεῖν τὰ τῆς πατρότητός σου, ποῦ καὶ πῶς, καὶ ἔνεστι, καὶ περιενέχθη ὑπὸ τῶν ἀνομούντων· πάντως δὲ ὡς τῶν πολλῶν κατ᾽ ἀρετὴν προύχοντα, πολλά σε παθεῖν ὑποτοπάζω θλιπτικὰ καὶ στενωτικά· οὗ γὰρ ἡ κατὰ θεὸν ἰσχὺς βαθεία, ἐκεῖ καὶ ὁ τῶν ἐναντίων πόλεμος πικρός· ἀλλ᾽ ὅμως καὶ σοῦ ἐστιν ὦ πάτερ λέγειν, πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντι με Χριστῷ· οἶδας δὲ πῶς ἡμᾶς ἐγκατέλειπον οἱ πολλοὶ τῶν ὁμοταγῶν, ὧν τὰ ὀνόματα ἑκὼν ὑπερβήσομαι, ἀγαπήσαντες τὸν νῦν αἰῶνα· φεῦ τῆς συμφορᾶς, φεῦ τῆς ἥττης· ἐὰν τὸ φῶς, φησί, τὸ ἐν σοὶ σκότος, τὸ σκότος πόσον; καὶ ἐὰν τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἁλισθήσεται; ποτνιώμενος καὶ σφαδάζων φῶ· ταῦτα πάτερ ἐπὶ σὲ οὐκ ἔστι διδάξαι· ἐξέλειπεν φυσιτὴρ, ὁ προφήτης φησίν· εἰς μάτην ἀργυροκόπος ἀργυροκοπεῖ· πόσα ὁ ἱεράρχης ἡμῶν καὶ ἀληθινὸς ποιμήν· πόσα ἡ ἀδελφότης πρὸς ἑαυτήν· καὶ ἕωλα πάντα· μικρὰ προσβολὴ ἐναντίου πνεύματος, καὶ αὔτανδρος ἡ ναῦς τῶν ψυχῶν βυθῷ τῆς ἀσεβείας· ἐκείνοις μὲν δοθείη ὀψέ ποτε ἀνανήξασθαί τε καὶ ἀναμαχήσασθαι τὴν ἧτταν· σὲ δὲ ὁ ἀγαθὸς θεὸς φυλάξειεν ἐναθλοῦντα, κοπιῶντα· εἰς μέγα ὄφελος τῆς αὐτοῦ ἐκκλησίας, εἰς αὔχημα τῆς Βυζαντίδος, εἰς κλέος τῶν μοναστῶν· ἀλλὰ γὰρ καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ τέκνου αὐτοῦ προσευχόμενον, ἵνα σῶος διαμείνοιμι, ἑπόμενος ὑμῖν τοῖς ἁγίοις μου πατράσι.

· Contents ·