Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 181: To George Mithanes

ρπα΄. Γεωργίῳ Μιθανῇ.

Ὦ πῶς καλὸν τὸ πλάσμα τῆς ψυχῆς σου φίλε καλὲ καὶ πιστὲ, φίλε γνήσιε καὶ φιλόθεε, φίλε κοινωνὲ θλίψεων καὶ περιστάσεων· ἀληθῶς εἴρηκεν ἡ γραφὴ ὅτι ὁ εὑρὼν αὐτὸν, εὗρεν θησαυρὸν, οὐ τὸν ἐκ χρυσίου, ἀλλὰ τὸν διὰ πνεύματος ἁγίου καταπεπλουτισμένον· τοιοῦτος σὺ πρὸς ἡμᾶς τοὺς ταπεινοὺς, τὸν μὲν ἐπισκεπτόμενος, τὸν δὲ προσδεχόμενος ἐξ ὁδοῦ ἤκοντα, καὶ ἄλλον θεραπεύων, καὶ ἕτερον παραμυθούμενος, τοῦ δὲ καὶ ἐγγυητὴς γινόμενος ἐγκρατουμένου· οἶδας ὃ φημι· καὶ τί γὰρ οὐ ποιῶν καὶ λέγων, ὅσα εἰκὸς τὸν φιλόθεον ἄνδρα καὶ ἀγαθεκάρδιον ἄνθρωπον ἐστι πράσσειν; καί γε ἐν ταῖς ἡμέραις ταύταις ὅτε καὶ ψιλὴ προσηγορία φίλου, μέγιστόν τι χρῆμα λογίζεσθαι ἡμῖν πέφυκεν· οὕτω μὲν οὖν ταῦτα ἡμεῖς οἱ ἁμαρτωλοὶ ἔχομεν παρὰ τῆς τιμιότητός σου· σὲ δὲ ὁ κύριος ἀμείψεται τοῖς αἰωνίοις αὐτοῦ ἀγαθοῖς· διὸ μὴ ἐκκακήσοις τὸ θεῖον σου ἔργον τελεῖν, ἐνώπιον τοῦ σώζοντός σε θεοῦ.

· Contents ·