Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 182: To Pardus Mithanes

ρπβ΄. Πάρδῳ Μιθανῇ.

Ἐπιστέλλω τῇ τιμιότητί σου χρεωστικῶς, διότι ἄνθρωπος εἶ τοῦ θεοῦ καὶ φίλων ὁ ἀληθινὸς καὶ πιστός· ὁ γάρ τοι τοιοῦτος φίλος ἐν τοῖς πειρασμοῖς δοκιμάζεται μὴ ἐκτρεπόμενος τῆς φιλίας, ἀλλὰ διασώζων τὸ δοκίμιον τῆς πρὸς θεὸν καὶ τὸν πλησίον ἀγάπης· οἱ δὲ μὴ οὕτως, σκαιοὶ καὶ μισάνθρωποι τοῖς καιροῖς καὶ πράγμασιν ἀλλοιούμενοι· οἶδας παρὰ σεαυτῷ, ἃ ποιεῖς ἀγαθά· μάρτυρες δὲ καὶ οἱ μετέχοντες αὐτῶν ἀδελφοὶ ἡμῶν, πολλά σε βαροῦντες, ἀλλὰ καὶ πλεῖστα εὐχαριστοῦντες, ὅτι προσφύγιον αὐτοῖς γίνῃ καὶ κουροτρόφος μάλα ἡδὺς καὶ περιδέξιος· οὐχ ὑποπτήσσων τὸν καιρὸν ὡς οἱ λοιποὶ, ἀλλὰ τρέμων θεὸν τὸν μόνον φοβερὸν, ὃν καὶ θεραπεύεις διὰ τῶν ἀδελφῶν· ὅς σε καὶ ἀνακηρύξει ἐν καιρῷ τῆς ἀνταποδόσεως ὡς εὐποιητὴν αὐτοῦ, ὡς ξεναγιστὴν αὐτοῦ, ὡς τροφοδότην αὐτοῦ· ἔχων οὖν τοιαύτας τὰς ἐλπίδας ἄνθρωπε θεοῦ χαῖρε καὶ εὐφραίνου, καὶ νόμιζε πολὺν πλοῦτον συναθροίζειν ἐν τῇ καλλίστῃ σου πραγματείᾳ ταύτῃ· πλοῦτον οὐ φθαρτὸν, ἀλλὰ τὸν διαμένοντα εἰς αἰῶνας ἐπὶ κτήσει τῆς βασιλείας τῶν οὐρανῶν· ἔῤῥωσο ἐν κυρίῳ.

· Contents ·