Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 183: To Gennadius, His Son

ρπγ΄. Γενναδίῳ τέκνῳ.

Ἃ ἐπέστειλας τέκνον ἠγαπημένον ἐπέγνων· λυπῇ ὅτι ἐν τῷ διωγμῷ τόπον ἐκ τόπου ἀμείβεις ὑπὸ δέους καὶ μερίμνης συνεχόμενος· ταῦτα γὰρ ὑποβάλλει ὁ λόγος τῆς φυγαδείας, πρὸς δὲ καὶ ἐνδεῶς ἔχειν τῶν κατὰ χρείαν· ἀλλὰ ὁ μακαρισμὸς τοῦ κυρίου εὐφραινέτω σε καὶ κουφιζέτω τὰ ἄλγη· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ἆρα οὐ πᾶσαν θλίψιν καὶ στενοχωρίαν ἱκανή ἐστι διαλῦσαι ἡ ἐπαγγελία αὕτη; ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίναι· ὁρᾶς ὅτι θεομίμητόν σε ἐργάζεται ἡ βία; βιαστῶν οὖν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν· ἔνεγκον, τέκνον, ὡς προήνεγκας διὰ Χριστὸν, οὐ μόνον διωγμὸν, ἀλλὰ καὶ φυλακήν· ὁ προσθεὶς γνῶσιν, προσθήσει ἄλγημα φησίν· νεωστὶ ἠρίστευσας· καὶ πρεσβυτισθεὶς ἐν τῇ γνώσει καὶ ἡλικίᾳ οὐ περισσότερος εἴης; ναὶ τέκνον παρακαλῶ· περιφρουρῶν ἑαυτὸν παντοίως, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδων· εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.

· Contents ·