Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 184: To Cledonius, His Son
ρπδ΄. Κληδονίῳ τέκνῳ.
Ἄρτι συνέφθασα, τέκνον ἠγαπημένον, ἀντεπιστεῖλαί σοι· χαίρω οὖν ὅτι ὑγιαίνεις· εἰς δὲ τὸ μεμονῶσθαί σε οὐχ ἡδέως ἔχω, κἂν ἀκουσίως ἐκ τοῦ τὸν ἀδελφὸν Νεῖλον κρατηθῆναι· σπούδασον οὖν παρακαλῶ συνεῖναι ἑνὶ τῶν ἀδελφῶν, καὶ τούτῳ εἰ οἷόν τε συνετῷ· οἶδας γὰρ ὅτι παντὶ ὁ ἐχθρὸς, καὶ χρεία ἀσφαλείας ψυχικῆς· εἰς δὲ τὸν ἀββᾶν Λεόντιον τί σοι ὅλως ἐπῆλθεν ἀπιέναι; εἰ μὲν ἔγνως πεφυλαγμένον αὐτὸν τῆς αἱρέσεως, εὖ ἂν εἶχεν· τοῦτο γὰρ κἀγὼ προεθυμούμην, καθὰ καὶ προενετειλάμην τῷ μακαρίῳ Θεοδούλῳ· ἐπειδὴ δὲ συναπήχθη τοῖς αἱρετικοῖς δι᾽ ὑπογραφῆς καὶ κοινωνίας, δι᾽ ἣν καὶ ἀπέστη ἀπ᾽ αὐτοῦ ὁ μακάριος ἐκεῖνος, οὐδὲν ἄλλό ἐστι τὸ ἀπελθεῖν σε πρὸς αὐτὸν, ἢ τὸ γενέσθαι ὅμοιον αὐτῷ καὶ ἀπολέσαι τὰ πάντα, καὶ τὴν ὑποταγὴν καὶ τὴν Χριστοῦ ὁμολογίαν· στῆθι τέκνον μου ἐν τῷ κράτει τῆς ἀληθείας· τόπον ἐκ τόπου μὴ ὡς ἔτυχεν μετερχόμενος ἄνευ ἀνάγκης· πάντως δὲ ὁ εἰπὼν οὐ μή σε ἀνῶ οὐδ᾽ οὐ μή σε ἐγκαταλείπω θεὸς, οὐ παρόψεταί σε ἐν ἀληθινῇ καρδίᾳ πορευόμενον, καὶ σκέπων, καὶ τρέφων, καὶ παντοίως προνοούμενος· πλὴν ὅτι θλίψεως καιρὸς, καὶ ὑπομονῆς χρεία· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν Χριστοῦ· τοῦτο εὐφραινέτω σε καὶ τὰ ἐπώδυνα κουφιζέτω· ὁ δὲ κατὰ σάρκα σου ἀδελφὸς σὰρξ ὦν, σάρκα σε θέλει γενέσθαι· τί μοι τοιαῦτα γράφεις; ἴδε τοὺς κατὰ πνεῦμα ἀδελφούς σου ἐναθλοῦντας, κἀκείνους ζηλοῦν ἐπείγου ἵνα γίνῃ στεφανίτης· ὁ θεός σε τέκνον μου περιφυλάξειεν, εὐχόμενον περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.