Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 185: To Eustratius the Chief Physician
ρπε΄. Εὐστρατίῳ ἀρχιατρῷ.
Ἐγίνωσκον μὲν τὴν τιμιότητα τῆς ἀγάπης σου καὶ πρότερον, ὁπότε τῆς προσκυνήσεώς σου ἠξιώθην, οὔπω δὲ τὸ πόση καὶ ἡλίκη· διὰ δὲ τοῦ πνευματικοῦ ἡμῶν υἱοῦ Ἀδριανοῦ τοσαῦτα σου καλὰ ἠκουτίσθημεν, καὶ οὕτω διέθετο ἡμᾶς ἡ ἐπαγγελία εἰς ἀγάπησιν (μάλιστα ὅτι καὶ τῆς αἱρέσεως μένοις ἀνώτερος, διαφυλαττόμενος ὡς ἐν μέσῳ φλογὸς ἄφλεκτος τῆς αἱρετικῆς κοινωνίας) ὥστε εὐχαριστῆσαι τὸν ἀγαθὸν ἡμῶν θεὸν λίαν, καὶ δόξαι εἰς πρόσωπόν σου τίμιον ἐλθεῖν καὶ περιπτύξασθαί σε ἀπὸ καρδίας· χάρις οὖν τῷ κυρίῳ τῷ ἔχοντι ἐκλεκτοὺς καὶ ἐν Βυζαντίδι ἐν τῷ παρόντι καιρῷ χαλεπῷ, ἐφ᾽ ᾧ Χριστὸς διώκεται σὺν μητρὶ καὶ θεράπουσι διὰ τῆς τῶν ἁγίων αὐτῶν εἰκόνων καταδρομῆς καὶ ἀτιμίας· καὶ γὰρ ἡ τῆς εἰκόνος ὕβρις, τοῦ εἰκονιζομένου ἐστὶν ἀριδήλως ἀτιμία, κἂν οὐ συνιῶσιν οἱ χριστοδιῶκται· ἆρα οὐχ ὁ τὸν τύπον τοῦ ζωοποιοῦ σταυροῦ ὑβρίζων, τὸν ζωοποιὸν σταυρὸν ὑβριεῖται; καὶ μάλα· οὕτω καὶ ἐπὶ τοῦ τόπου ἤτοι τῆς εἰκόνος Χριστοῦ· ἀλλ᾽ ἐκείνοις μὲν εἴη ἐπιστροφὴ καὶ παῦλα τῆς ἀσεβείας· σὲ δὲ κύριος ἔτι διαφυλάξειεν μετὰ τῆς κυρίας σῆς ὁμοζύγου, τῆς καὶ ἀφ᾽ αἵματος ἡμῶν ὡς ὁ λόγος, ἀσινῆ καὶ ἀβλαβῆ ἐν πᾶσιν· παρέχων σοι καὶ ὑπὲρ τῆς τοῦ ἀδελφοῦ καὶ γραμματηφόρου ἐξ ἀρχῆς μέχρι τοῦ δεῦρο καλοποιΐας καὶ ξενοδοχείας, πολλοὺς τοὺς μισθοὺς, πολλά σου τὰ ἀγαθὰ ἐξαγγέλλοντος· οὐ μὴν ἀλλὰ καὶ ὑπὲρ ὧν ἐστερήθης προσόδων φυγὰς τὴν τοῦ ἀσεβάρχου συνεστίασιν· εἴη σοι θησαυρὸς οὐράνιος τῶν πνευματικῶν χαρίτων.