Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 186: To Joseph, His Brother and Archbishop
ρπϛ΄. Ἰωσὴφ ἀδελφῷ καὶ ἀρχιεπισκόπῳ.
Ἠξίωμαι καὶ τὰ νῦν μαθεῖν σου τὰ τῆς ὑγιείας καὶ ὁσιώσεως, οὐ μόνον ἀπὸ τιμίου γράμματος, ἀλλὰ καὶ ἀπὸ ζώσης φωνῆς τοῦ καλοῦ Διονυσίου, ὃς ἔθρεψέν μου τὴν ταπεινὴν ψυχὴν ἕκαστα ἐξηγησάμενος, ἃ ὑπέλαβεν ὀφθαλμοῖς τῶν αὐτόθι, τὴν ξενίαν, τὴν παροικίαν, τὴν ἡσυχίαν, τὸ ὄρος, τὸ ὕδωρ· μᾶλλον δὲ παρεὶς ταῦτα, ἐξ ὧν ἐστι γνωριμώτερον λέξω, τὸν θεὸν ᾧ λατρεύεις καὶ ὑπὲρ οὗ σοι ἡ ἐρημία καὶ ἡ τληπάθεια ἀπορφανισθέντι προσώπῳ οὐ καρδίᾳ ἡμῶν τὲ τῶν ταπεινῶν, ἀλλὰ μὴν καὶ τῆς ὑπὸ χεῖρα μεγάλης τοῦ θεοῦ ἐκκλησίας· ἐλεεινὰ μὲν οὖν ταῦτα, πῶς γὰρ οὔ; ἀγαπήσει ἠγαπημένος ὑπ᾽ ἀμφοτέρων, καὶ οἷα τομῇ μαχαίρας διῃρημένος· ὅμως ἔχεις μὲν αὐτὸς ποθεινότατε καὶ ἁγιώτατε εἰς θεὸν μεγάλας τὰς ἐλπίδας· ἔχει δέ σου ἡ ἐκκλησία σὺν ἡμῖν, πολλὰ τὰ αὐχήματα εἰς σὲ τὸν δι᾽ ἀλήθειαν καὶ προπαθόντα τοιαῦτα, καὶ νῦν μετὰ Χριστοῦ πάσχοντα· ἐν οἷς τελειώσειέν σου ἡ θεία χάρις τὸν καλὸν ἀγῶνα, εἰς ἄμειψιν τοῦ στεφάνου τῆς δικαιοσύνης, ἐν ἡμέρᾳ τῆς δικαίας τοῦ κυρίου ἀνταποδόσεως· δέδειας ὦ πάτερ τοὺς οἴκοθεν καὶ ἀοράτους ἐχθροὺς παρὰ τοὺς ὁρωμένους, καὶ οὐκ ἀπεικότως· ἀλλ᾽ ὡς ἔμφρων, ἀλλ᾽ ὡς ἐμπειροπόλεμος, ἀλλ᾽ ὡς ἀσφαλής· τούτους κἀγὼ ὁ τάλας πτοοῦμαι καὶ δέδοικα, ὅτι ὁμοῦ τὸ ἀναπνεῖν, καὶ ἡ βολὶς πυρπολουμένη· οὔτε καθεύδοντί μοι ἀργοῦσα διὰ τῶν ἰνδαλμάτων, μὴ ὅτι γρηγοροῦντι· ἀλλ᾽ εἷς ἐπαρωγὸς ὁ τοῦ θεοῦ φόβος· οὗ γὰρ οὗτος γρηγορεῖ, ἐκεῖ κοιμᾶται τὰ πάθη· δέομαί σου οὖν τῆς ὁσιότητος, ἐπαμῦναί μοι ταῖς προσευχαῖς ἀδιαλείπτως, περισώζεσθαι ἀνώτερον τῆς παγίδος τοῦ ἐχθροῦ· πρὸς γὰρ τὸ ἡμᾶς τοὺς ἀναξίους ἕλκεσθαι εἰς μνήμην σου πρὸς ἕκαστα, τί δεῖ καὶ λέγειν, εἰ μὴ ὅτι καὶ πρὸ τῆς οἰκείας σωτηρίας τὴν σὴν ἐξαιτούμεθα ἐν κυρίῳ συντετριμμένῃ καρδίᾳ εὐδοκίμησιν καὶ διάσωσιν ἐν πᾶσιν· προσαγορεύουσιν οἱ σὺν ἐμοὶ ἀδελφοὶ μετ᾽ αἰδοῦς τὴν ἱεράν σου κορυφήν· πλεῖστα ἀσπάζομαι τοὺς ἀδελφοὺς, μάλιστα τὸν καλὸν Ἀθανάσιον ἔργῳ καὶ λόγῳ συμπεπονθέναι σοι ἐν κυρίῳ θερμῶς προαιρούμενον.