Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 187: To Anthus, His Son
ρπζ΄. Ἄνθῳ τέκνῳ.
Τὸ μικρὸν ἐπιστολίδιόν σου, τέκνον ἠγαπημένον, μέγιστόν μοι εἰς ἀποδοχῆς λόγον· ἀρκεῖ γάρ μοι τὸ σημαίνειν σε ὅτι ζῇς καὶ ὑγιαίνεις ὑπηρετῶν τῷ ἁγιωτάτῳ ἐπισκόπῳ καὶ πατρί· ἔτι οὖν ἔῤῥωσο φίλτατον τέκνον καὶ σώματι καὶ πνεύματι, ἵνα ἀκούων χαίρω ὁ ταπεινός· προσεύχου ἀνεπιλήπτως τὴν σωτηρίαν μου ὡς υἱὸς ἀγαπητὸς, ὡς ἄνθος ἀρετῶν, ὡς ἠγαπηκὼς ἀπ᾽ ἀρχῆς τὴν ἁγνείαν· σωθείης.