Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 188: To Ignatius, Bishop of Miletus
ρπη΄. Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου.
Παρὰ τὸ μὴ εἰδέναί με ἀκριβῶς τὸν τῆς ἐξορίας τόπον τῆς πατρικῆς σου ἁγιωσύνης, οὐκ ἠξιώθην ἐπιστεῖλαι μέχρι τοῦ παρόντος· καί τοι ἐπιθυμίαν ἔχων καὶ εἰς αὐτὸ τοῦτο ἀσχάλλων τῷ πνεύματι· ἄρτι δέ πως ἐληλυθότος Διονυσίου τοῦ ἀδελφοῦ ἡμῶν ἐκ τῶν αὐτόθι καὶ ἀναγγείλαντος ἡμῖν ὅτι καὶ ἑώρακέν σου τὴν ὁσιότητα, καὶ προσηγορίαν αὐτὴν ἔσχεν ἐν τῇ καθ᾽ ἡμᾶς οὐθενότητι, τίς τε καὶ οἷος ὁ χῶρος αὐτὴν ὁ κατέχων, καὶ χαρᾷ ἐχάρημεν οἱ ταπεινοὶ, καὶ εὐθύμως τὴν ἐπιστολὴν ἐχαράξαμεν· ἡμεῖς γὰρ ὦ τιμιώτατε ἔκπαλαι κάτοχοι τῆς ἀγάπης σου ἐσμὲν, καὶ σέβομεν οὐ μόνον ὡς γνώριμον καὶ ὁμόσχημον, ἀλλὰ γὰρ καὶ ὡς ὁμολογητὴν τοῦ Χριστοῦ, ὑπὲρ οὗ καὶ δι᾽ ὃν ὁ διωγμὸς καὶ ὑπερορισμός· ἀλλὰ χάρις κυρίῳ τῷ γνωρίσαντι σε ἐν τῷ νῦν καιρῷ στύλον καὶ ἑδραίωμα τῆς ἀληθείας, μὴ κατασεισθέντα ὑπὸ προσβολῶν τῶν ὑπεναντίων, ἀλλὰ διασώζοντα τὸ τῆς εὐσεβείας μυστήριον ἐν τῇ κραταιότητι τοῦ ἁγίου πνεύματος ἀκαπήλευτον· πάντως γὰρ ἔγνως ὅσοι καὶ πηλίκοι οἱ κατὰ τὰς ἁμαρτίας μου ὠλισθηκότες· ἐφ᾽ οὓς τίς οὐ στενάξειεν δάκρυον; καί γε ἐπὶ τῷ Μηδικιώτῃ συληθέντι ἐκ τῶν περὶ Ἰωσὴφ οἰκονομίας χάριν ἠσεβηκέναι εἰς Χριστόν· τοῦτο δὲ ὦ θεόσοφε ἀπηχὲς πάνυ καὶ ἔκτοπον· ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι ἀγαθοῦ ποιῇ, διπλοῦν ἐργάζηται τὸ ἁμάρτημα· ὅτι αὐτός τε τὸ οὐκ ἀγαθὸν ποιεῖ, καὶ κέχρηται οἱονεὶ παραπετάσματι τῷ τοῦ ἀγαθοῦ ὀνόματι, φωνή ἐστι τοῦ θείου Βασιλείου· οὕτω μὲν ἐκεῖνοι πρὸς τῇ οἰκείᾳ πτώσει καὶ πολλοῖς ἄλλοις ὄλισθος γενόμενοι· πλὴν ὅτι ὁ Μηδικιώτης ἐπιγνοὺς τὴν ἧτταν, καὶ ὡμολόγηκεν ὠλισθηκέναι, καὶ μεταμεμέληται σφόδρα ὡς μεμάθηκα, καὶ διὰ τοῦτο φυγὰς ὥχετο, μέγιστον δεῖγμα μετανοίας καὶ ὠφελείας ἐγκαταλείψας τοῖς τε οἰκείοις φοιτηταῖς καὶ τοῖς εὖ φρονοῦσιν· ἵστανται δὲ χάριτι Χριστοῦ ἐρειρισμένοι ἐν ἐπισκόποις οἱ προηγωνισμένοι ἐν κυρίῳ· ἐν ἡγουμένοις, ὁ τῶν Καθαρᾶ, τοῦ Πικριδίου, τοῦ Παυλοπετρίου, τοῦ Ἀγραῦ, ὁ τῆς Δελμάτου, ὁ τῆς Πελεκητῆς μακάριος· προσεύχου τοίνυν ὦ ποθεινότατε πάτερ ὑπὲρ εἰρήνης τῆς ἐκκλησίας· εἶτα καὶ ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἐλαχίστου, ἵνα σὺν ὑμῖν ἁγίοις πατράσιν ἐπιτύχοιμι θεοῦ, κατόπιν ὑμῶν ἀξιούμενος βαίνειν.