Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 189: To Abbot John
ρπθ΄. Ἰωάννῃ ἡγουμένῳ.
Δύο ἐπιστολῶν τῆς ἁγιωσύνης σου, ἔκτισις τὸ παρὸν γραμματεῖον, διὰ τὸ μὴ ἐπιτυχεῖν με γραμματηφόρου· ἀληθέστερον δὲ εἰπεῖν, διὰ τὸ φασματικὴν ἡμᾶς συντυχίαν δέξασθαι, ἣν ἀπήγγειλεν ὁ ἐνεγκὼν τὴν ἐπιστολήν· χάρις οὖν τῷ θεῷ ὅτι ὑγιαίνων διατελοίης, πάτερ τιμιώτατε, φέρων τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ ὑπὲρ οὗ καὶ δι᾽ οὗ ἡ ἐξορία καὶ ἡ κακοπάθεια, ἤ τε ἀφαίρεσις τῶν οἰκείων, καὶ ἡ ἀπαλλοτρίωσις τῶν ἰδίων· δέχῃ ἀκοὰς θλιπτικὰς τῶν εἰς τὰ τοῦ μοναστηρίου παρανομούντων, καὶ οἶδα ὅτι δριμύττει ὁ λόγος, πῶς γὰρ οὔ; ὧν ἐστι κόπος χειρῶν σου, ἱδρὼς ἀγώνων, ὕπαρξις γονέων, πολλῶν ἄλλων εἰσφοραὶ καὶ συγκομιδαί· ἐπειδὴ καὶ ἦρξας ἐν βασιλικοῖς πράγμασιν, ὀψώνια καὶ σιτηρέσια οὐκ ὀλίγα λαβὼν, καθ᾽ ὅτι καὶ ἐξ εὐγενῶν ἔφυς, καὶ ἐκ συγγενῶν συνεκροτήθης, καὶ πολυούσιον ἐτεκτήνω ἀσκητήριον· ἀλλὰ τί δεῖ παθεῖν, οὕτως τοῦ καιροῦ ἐνεγκόντος· θάρσει οὖν ὦ τιμιώτατε, ὅτι καὶ ταῦτα ἀπολήψῃ μικρὸν ὕστερον· ἡνίκα δοκιμάσοι τῷ ἱκανῷ τοῦ πειρασμοῦ ὡς ἐν πυρὶ τὸ δοκίμιον τῆς πρὸς αὐτὸν ἡμῶν πεποιθήσεως ὁ ἀγαθὸς θεός· καὶ ἔτι κρείττονα καὶ μένουσαν ἐν οὐρανοῖς ὕπαρξιν ταμιεύσοιτό σοι Χριστὸς, ἀνθ᾽ ὧν νῦν κατέλειπες πάντα δι᾽ αὐτὸν, κλέος ἀπενεγκάμενος αἰώνιον, ἔν τε τῷ μοναδικῷ τάγματι καὶ ἐν πάσῃ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· μὴ οὖν παρακαλῶ καταξαινέτω τὴν καρδίαν ἡ μνήμη καὶ ἀγγελία τῶν λυπηρῶν· γέγραπται γὰρ, ὑπομιμνήσκω, οὕπω μέχρις αἵματος ἀντεκατέστημεν πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι· δυνατὸς δὲ ὁ θεὸς ποιῆσαι σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τῆς ἐλπίδος· καὶ πίστις ἐστιν εἰς μαρτύριον ἡμῖν λογίσασθαι καὶ τὰ φθάσαντα καὶ φθάζοντα· διὸ ὑπομονῆς ἡμῖν χρεία ἔτι, ὦ πάτερ, ἵνα κομισώμεθα τὰς ἐπηγγελμένας παρὰ θεῷ ὑποσχέσεις· ἀπέχω δὲ καὶ ὑπεραπεδεξάμην τὴν, ἐφ᾽ οἷς ἠτησάμην σου πειθῶ, εἵνεκα τῆς ἀληθείας ὁμολογίαν καὶ συγκατάθεσιν· καὶ λογισθείη σοι εἰς χάριν εἴπω καὶ συγγνώμην τῶν ὀφληθέντων κατακοινοῦ· ἐπειδὴ τοῦτο καὶ ὁ τῆς ἱεραρχίας κορυφεὺς οὐκ ἐπῃσχύνθη ὡμολογηκέναι θεῷ τὲ καί τισιν· ἀλλ᾽ ἄγε τὸν λόγον ἐπὶ τοὺς καθ᾽ ἡμᾶς λογάδας· ποῦ ποτέ εἰσιν οἱ περὶ τὸν ἀββᾶν Ἰωσὴφ, οἱ καὶ νῦν προσχήματι οἰκονομίας ἀσεβήσαντες καὶ ἀποῤῥαγέντες οὐ μόνον ἡμῶν τῶν ταπεινῶν, ἀλλὰ γὰρ καὶ τῆς κεφαλῆς; καὶ τὰ πρῶτα εἰς πρόσωπον εὐλόγουν, ἐφάνησαν οὐ συνημμένοι αὐτῷ πνεύματι ἀλλὰ κατὰ ἄνθρωπον· δεξάμενοι γὰρ καὶ κεκοινωνηκότες τῷ ἀντιθέτῳ καὶ χριστομάχῳ, ἀπώσαντο σὺν Χριστῷ καὶ τὸν ἀληθινὸν ἡμῶν πατριάρχην· ἴδοι κύριος καὶ ἐπισκέψοιτο τὴν ἐκκλησίαν αὐτοῦ ἐν τάχει, λελυμασμένην συὶ ἀγρίῳ· δηλονότι σαῖς προσευχαῖς καὶ πάντων ἁγίων ἱλεούμενος· μνημονεύειν μου τοῦ ἁμαρτωλοῦ μὴ ἐπιλάθῃ, ὦ ποθητὲ, ὅπως ῥυσθείην ἀπὸ παντὸς ἔργου πονηροῦ, ἑπόμενος ὑμῖν κατόπιν τοῖς ὁμολογηταῖς Χριστοῦ.