Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 190: To Gregory, His Son
ρϟ΄. Γρηγορίῳ τέκνῳ.
Ἄρτι ἀποκρίνομαι πρὸς ἃ ἐπέστειλας πάλαι, τέκνον, καὶ ἀποκρίνομαι οὐκ ἐξ ὧν ἔγραψας ὅτι μηδὲ κατὰ λόγον ὑποταγῆς, ἀλλὰ ἀφ᾽ ὧν διήγγελμαι· ὅτι κρίμά μοι ἐπήρτηται ποιμενικὸν, καὶ οὐαί μοι τῷ ἀθλίῳ εἰ μὴ ἀρκούντως ἀναγγείλοιμι· εἰ μὲν γὰρ ἑώρων πρὸς μὴ γεγονότα ἐν ὑπακοῇ μου εἶναι τὸν λόγον, οὐδὲ ἅπαξ τυχὸν ἐδεοίμην λέγειν· ἐπειδὴ δὲ πρὸς τοιοῦτον, ὡς ὑπὸ μάρτυρι θεῷ καὶ ἀγγέλοις καὶ πάλιν μοι τὸ γράμμα· ὁμοῦ μὲν παρακλητικὸν, ὁμοῦ δὲ καὶ διαγγελτικὸν, καὶ οἶδ᾽ ὅτι πρὸς ἔχοντα οὖς ἀκουστικὸν διαλέξομαι· ἀδελφὲ Γρηγόριε, μνήσθητι ἡμερῶν ἀρχαίων· μνήσθητι ἀναθέσεως υἱϊκῆς· μνήσθητι ἀγαπήσεώς μου, ταπεινῆς μὲν, ἀληθινῆς δὲ, ὡς πάντες ἴσασι· μνήσθητι ὅτι βασιλεῖς καὶ ἀρχιερεῖς οὐχ εὗρον ἰσχὺν διασχίσαι ἡμᾶς ἐξ ἀλλήλων πολλοῖς τρόποις κινηθέντες, τοῦ συνδέσμου τῆς ἀγάπης οὐδαμῶς ῥηγνυμένου· εἶτα ὅτε πολλοὶ οἱ πολεμοῦντες καὶ πλείους οἱ ἀγῶνες, ἀήττητοι καὶ νικηταὶ καὶ ἀδιαίρετοι· ὁπότε δὲ παῦλα, τότε ἧττα καὶ διαίρεσις· φεῦ τῆς ταλαιπωρίας μου· ἀβάλε τῆς δαιμονικῆς ἐπηρείας· οἷος ἧς ὀχυρὸς ἐξ ὧν ἔδρασας ἐν ὑποταγῇ· τίμιος, ἀξιόπιστος, περιφανὴς, πολλὰ τὰ ἔδνα προσφέρων τοῖς ἐντυγχάνουσιν· τί τὸ γεγονὸς, τέκνον μου; τί τὸ διατεμόν σε σπλάγχνον μου; ὅτι ἐλύπησά σε ἐπιτιμῶν, κόπτων τὸ θέλημά σου; ὁμολογῶ, ἀλλὰ διὰ θεὸν καὶ ψυχήν· εἰ δὲ καὶ ἀδίκως τυχὸν, σύγγνωθι· μνήσθητι δὲ ὅτι καὶ τὴν φύσιν μου ἐξεβιασάμην εἴπω καὶ τὸ τῆς ὑποταγῆς δίκαιον ἐλυμηνάμην, τὰ τῆς ἀναπαύσεώς σου διώκων· καθομολογῶ καὶ τὰ σὰ, οὐ γὰρ εἰμὶ ἀγνώμων υἱέ μου, ὅτι δι᾽ ἐμὲ Χριστοῦ ἀκολουθήσει, καὶ ὠνειδίσθης, καὶ ἐῤῥαπίσθης, καὶ ἐφρουρήθης, καὶ τὴν ψυχὴν μέχρις αἵματος προΐσω· οἶδας τὰς βασιλικὰς ἀποκρίσεις· οἶδας τὰς ἐν τῷ παλατίῳ εἱρκτάς· τὰς ἐν τῷ Μάμαντι ἀπαγωγάς· οἶδας τὴν φυλακιστικὴν ἀμφοτέρων ζωὴν, τὴν εἰς ἀλλήλους συμφυίαν, ἣν, ἐθαύμασαν καὶ βασιλεῖς καὶ ἱερεῖς καὶ πᾶς τίς ἄλλος· εἶτα, τί τὸ διαῤῥήξαν; ὅτι τῶν διωξάντων καταποθέντων, καὶ τοῦ σκανδάλου ἐκ ποδῶν ἀρθέντος, σύμβασιν ἐποιησάμεθα μετὰ τοῦ ἀρχιερέως· ὦ τῆς ἐπηρείας· καὶ τί ἐβούλου· ἵνα φησὶν ἐγένετο σύνοδος καὶ καθῃρέθη τὸ αἴτιον· καὶ τίς ὁ συνεδρεύων ἢ καθαιρῶν· οὐχ ὁρᾶς ἀνένδεκτα, λέγων; ἀλλ᾽ ὅτι οὐκ ὥφειλεν συνελθεῖν τῷ βασιλεῖ ὁ ἱεραρχῶν· ὁμολογουμένως· ὡς οὐδὲ ὁ πρὸ αὐτοῦ ἐφ᾽ ᾧ καὶ ὁ μείζων κίνδυνος, ἐξ οὗ καὶ συναπέρχεται δῆθεν οἰκονομίας ὁ δεύτερος· ἔα ταῦτα, τέκνον· γέγονεν ὡς γέγονεν, καὶ κριτὴς θεὸς τῶν τοιούτων· τοίνυν περιφανεστέραν καὶ ὁσιωτέραν τῷ θεῷ μου πιστεύω ὑπάρξαι τὴν ἕνωσιν τῆς ἐνστάσεως τῷ εὖ φρονοῦντι καὶ εἰδότι μέτρον καὶ ἀξιώματος καὶ ἐνστάσεως· καί γε ἔδειξεν ὁ χρόνος, ὁμολογίας στέφανον ἀναδησαμένου τοῦ ἀρχιεράρχου σὺν πολλοῖς ἄλλοις· κἀμοῦ τοῦ ταπεινοῦ συμπαρομαρτοῦντος τῷ ἀρχιεραρχοῦντι· ὃν καὶ ἐδεξάμην καὶ δέδεγμαι ἐπὶ τὸν βασιλεύσαντα ἀνενεγκότα τὸ αἴτιον· καὶ μὴ οἴου με ἀδελφὲ φιλαρχοῦντα ταῦτα λέγειν, ὡς ἂν ἐναβρύνεσθαι ἢ νικᾶν ἐν τῇ ὑποταγῇ σου· μηδαμῶς· εἰ οἷον τε γενέσθαι εὐάρεστον θεῷ, δέχομαι οὐ μόνον εἰπεῖν σοι τὸ ἥμαρτον, ἀλλὰ καὶ ὑποταγῆναί σοι· καὶ δέομαί σου τέκνον μου ἀγαπητὸν μὴ σκληρυνθῇς, ὁ θεός σε παρακαλεῖ δι᾽ ἐμοῦ· ἴδε ὅτι τὸ κρῖμα καὶ τῶν ὄντων μετὰ σοῦ τέκνων μου ἔχεις· παρακαλῶ σε μὴ ἀποτύχω μου τῆς ἐλπίδος· ἐπ᾽ ἀμφοτέροις, λέγω δὴ καὶ τοῦ ἀδελφοῦ μου Βασιλείου τοῦ ἠγαπημένου, ᾧ γράψαι ἰδίᾳ περισσότερόν τι οὐκ εἶχον· εἰ δὲ, ὅπερ μὴ γένοιτο, ἀπειθήσητε, ἐγὼ μὲν ὁ ταπεινὸς ἀθωῶ ἐμαυτὸν τοῦ αἴματος ὑμῶν· ὑμεῖς δὲ ὄψεσθε, ὃ καὶ ἴστε· τί τὸ τῆς ἀπειθίας κρῖμα καὶ δέσμημα παρὰ θεῷ.