Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 20: To the Two Brothers, the Grammarians
κ΄. Τοῖς γραμματικοῖς τοῖς δυσὶν ἀδελφοῖς.
Οὐδὲν ἰσχύει τὸ γράμμα τὸ ἐμὸν πρὸς παράκλησιν ὀδυνωμένης ψυχῆς, οἵα ἡ ὑμετέρα τῶν ἐμῶν σεβασμίων πατέρων ἐκ τῆς πείρας καὶ φρουρητικῆς βασάνου τῶν κακούντων· ἀλλ᾽ ὅμως ἐπειδὴ ῥᾳστώνην τινὰ φέρει τὸ ἐξειπεῖν καὶ ἀκοῦσαι, κατ᾽ ἀμφότερα καλῶς ἔχειν ἔδοξα καὶ νῦν ἐπιστεῖλαι, ὑποδεικνὺς ὑμῖν τὴν ἐνοῦσαν μοι διάθεσιν τῇ πρὸς τὴν σεμνότητα ὑμῶν ἀγάπῃ ἄκρως κεχαρακτηρίσθαι· ἐμμέριμνόν τε εἶναι οὐκ ὀλίγως εἰς τὴν περιφύλαξιν ὑμῶν, ὑπολογιζομένην δι᾽ ἣν αἰτίαν τῶν ἄλλων μόνον ὑμᾶς κατέχεσθαι ἐν τοῖς αὐτόθι ὑπὸ χειρῶν ἀνόμου, δεινὰ ζῆν ποιοῦντος τοὺς τοῦ κυρίου ὁσίους· ὦ τῆς τοῦ θεοῦ μακροθυμίας (μὴ) ἀναινομένης τῶν πραττομένων πάντως, ἵνα τῶν πασχόντων τὸ δοκίμιον τῆς πρὸς αὐτὸν πίστεως χρυσίου τιμαλφέστερον γνωρισθῇ· τῶν δὲ δρώντων ἔκκλησις ὁδοποιηθῇ πρὸς μετάνοιαν, εἴτουν ἀναπληρωθῇ τὸ τῶν ἁμαρτιῶν ἀπόκριμα· πάσχοιτε οἶδ᾽ ὅτι πατέρες μου πικρὰ καὶ δύσοιστα, πῶς γὰρ οὔ; ἔχοντες μὲν δεινὸν τὸν κακοῦντα, καὶ τοσοῦτον, ὅσον τῶν πάντων ὑπερβάλλοντα τῇ ἀσεβείᾳ· οὐκ ἔχοντες δὲ ὡς οἱ πολλοὶ τῶν ἀθλούντων τοὺς ἡμεδαποὺς καὶ γνωρίμους, ὅπερ οἶδεν πλεῖστα παραμυθεῖσθαι τοὺς ταλαιπωρουμένους· τί οὖν πρὸς ταῦτα ἐροῦμεν; τὸ ὑμῖν ἀδόμενον ἐξ ἀποστολικῶν χειλέων ἐναργῶς· « οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς.» Διὸ μετάδοτε ἡμῖν ὦ σεβαστοὶ τοῖς ἀστηρίκτοις τῆς ἀνδρικῆς ὑμῶν καρτερίας· τονώσατε ἡμῶν τὰς εὐσαλεύτους ψυχὰς ταῖς ἱεραῖς προσευχαῖς· ἱλεώσασθε θεὸν ἐπιταχύναι εἰς συμπάθειαν τῶν ἀπολελωκότων τὴν ὑπομονὴν, καὶ τοῦ καιροῦ φροντιζόντων ἀλλ᾽ οὐ ψυχῶν· καί γε ὑπακούσειεν ὁ κύριος ταχεῖαν καὶ μὴ βραδύνουσαν ποιούμενος τὴν ἐπισκοπήν.