Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 191: To a Protospatharia

ρϟα΄. Πρωτοσπαθαρίᾳ.

Ἐγὼ φειδόμενος καὶ εὐλαβηθεὶς μή τι διὰ τῶν γράφειν με γενηθῶ σοι εἰς κόπον, κυρία μου, οὐκ ἐπέστειλα τὸ πρότερον· αὐτὴ δὲ οὐκ οἶδα πῶς ἰδοῦσα τὸν γραμματηφόρον ἐπλήρωσας τὴν δεξιὰν αὐτοῦ ἀργυρίου, ἀποστείλασα εἰς ἀνάπαυσιν τῆς ταπεινώσεώς μου· καὶ ἵνα τί ἐκενοτόμησας τὴν εὐλογημένην σου οἰκίαν; καὶ ἵνα τί πρὸς πλησμονήν σου ἐγενόμην; πλὴν ὁ πάντα ζυγοστατῶν καὶ σταθμίζων, ἀποδώη σοι ἀντίμισθον καὶ ἀντίξενον τὴν βασιλείαν αὐτοῦ· ὑπακούων σου τῆς πεποιθήσεως καὶ τῆς προκειμένης εὐχῆς· καταρραίζων πᾶσαν σου θλίψιν καὶ ἀδολεσχίαν, γαληνιαίαν τε καὶ εἰρηναίαν παρέχων σοι διαβίωσιν· μνημόνευε καὶ ἡμῶν ἐν τῇ ὀρθοδόξῳ καὶ καθαρᾷ σου λατρείᾳ· μανθάνω γὰρ ὅτι ἀντέχῃ εὐσεβείας, καί γε κρατυνθείης ἔτι.

· Contents ·