Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 192: To Basil, Archimandrite of Rome
ρϟβ΄. Βασιλείῳ ἀρχιμανδρίτῃ Ῥώμης.
Καὶ τὸ πρότερον, οὐκ ἔγραψα διά τινα περιπέτειαν· ἀλλά γε νῦν ἐπιστέλλω τῷ ἐμῷ ἠγαπημένῳ καὶ ἁγίῳ πατρί· καὶ πρὸς τίνα γὰρ ἄλλον ἔχω διαλέγεσθαι ἐν τοῖς αὐτόθι, ἢ πρὸς τὸν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ γνώριμον καὶ φίλον, καὶ πατέρα, καὶ προασπιστὴν, καὶ σύμψυχον, καὶ ταυτόφρονα, καὶ συζηλωτὴν, καὶ ἐπίκουρον, καὶ σύμβουλον, καὶ πᾶν ὁτιοῦν ἐστιν εἰπεῖν εἰς οἰκειότητα καὶ προμήθειαν καὶ ἀντίληψιν, διὰ μόνον θεὸν καὶ τὴν ἀρετὴν ἣν ἀμφίεσας ἑαυτῷ ἐνθέῳ πολιτεύματι; ἐραστὸς τῷ ὄντι καὶ προύχων τῷ ἀξιώματι ἐν τῇ πρωτίστῃ τῶν ἐκκλησιῶν τοῦ θεοῦ διαλάμποις· κἀξ αὐτῆς ἡλιοβολεῖς οἱονεὶ τὰ πέρατα διὰ τῆς πανταχῇ ἐξακουομένης θεωνυμίας, καὶ ὡς ἀληθῶς Βασιλείου προσηγορίας σου· τοιοῦτος μὲν καὶ τηλικοῦτος σὺ ὁ τοῦ θεοῦ ἄνθρωπος καὶ ἀξιάγαστος πατήρ· ἡμῖν δὲ τὸ ἐπιστεῖλαι καὶ αὖθις ἀποστεῖλαι Εὐφημιανὸν τὸν πιστὸν υἱὸν ἡμῶν ἡ ὑπόθεσις οὐ δι᾽ ἄλλο τι, ἢ, δι᾽ ἣν αἰτίαν καὶ τὰ πρότερα γράμματα, ἅπερ ἀπεσώσαντο Διονύσιος καὶ ὁ αὐτὸς Εὐφημιανὸς οἱ γνησιώτατοι ἡμῶν υἱοὶ καὶ ἠγαπημένοι· οἱ, εἰ καὶ μὴ ἀντηκόμισαν ἀντίγραφα, ἀλλ᾽ οὖν διά τε τῆς οἰκείας ἐξηγορίας καὶ τῆς τοῦ ἱεροῦ Μεθοδίου, ὁμοῦ καὶ τοῦ θεοφιλεστάτου ἐπισκόπου Μονοβασίας ἐπιστολῆς, ἱκανῶς ἡμῶν ἀνεζωπύρησαν τὰς ταπεινὰς ψυχὰς, εἰπόντες εὐκταῖα καὶ θεάρεστα μάλα καὶ ὄντως ἀποστολικῆς ψυχῆς ἄξια, ἃ ἐλαλήθη συμπαθῶς καὶ χριστομιμήτως, καὶ μὴν καὶ ἐτυπώθη πνευματοκινήτως καὶ πατροπαραδότως παρὰ τοῦ ἁγιωτάτου ἀποστολικοῦ· οὕτω γὰρ καὶ ἡμεῖς οἱ ταπεινοὶ ἐποθοῦμεν, ῥοπῇ τοῦ κρατοῦντος τῆς καθ᾽ ὑμᾶς οἰκουμένης τὴν ἐπικουρίαν διὰ τῆς τοῦ πρωτοθρόνου μεσιτείας καὶ θεοδωρήτου ἐξουσίας γενέσθαι· ἀλλ᾽ οὕπω ἐτολμῶμεν τοῦτο αἰτήσασθαι διὰ τὸ ὑπέρκαλον· ἐπ᾽ ἂν δὲ ἐνεπνεύσθη δακτύλῳ θεοῦ εἰς τὴν ἱερὰν καρδίαν, τοῦτο καὶ ζητεῖ ὁ λόγος, τοῦτο καὶ περαιωθῆναι εὐχόμεθα οἱ ἀνάξιοι· εἰς μὲν δόξαν θεοῦ προηγουμένως, ἥτις εἴη λυσιτέλεια μεγίστη τῆς ἑαυτοῦ ἐκκλησίας· ὡς γὰρ εἷς κύριος, μία πίστις, εἷς θεὸς, οὕτω δῆλον ὅτι καὶ μία ἐκκλησία, κἂν κορυφιάζοι ἀφ᾽ ὑμῶν· ὥστε τὸ ὑμέτερον ἀσφαλίζεσθε, δεσπόται μου, τὸ ἡμέτερον φροντίζοντες· τὸ αὐτὸ γὰρ ὑπὲρ ἀλλήλων φησι μεριμνῶσι τὰ μέλη· καὶ εἴτε πάσχει ἓν μέλος συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται ἓν μέλος συγχαίρει πάντα τὰ μέλη· ὑπεμνήσαμεν οἱ ἁμαρτωλοὶ, οὐκ ἐδιδάξαμεν ἄπαγε, εἰς δὲ ὑμῶν τῶν ἁγίων κλέος· ταῦτα μὲν ὡς παρὰ τοῦ μακαριωτάτου ἀποστολικοῦ θεοκρίτως προερχόμενα· τίς δ᾽ ἂν εἴη πλὴν σοῦ τοῦ καλοῦ παραστάτου καὶ συμβούλου δεξιοῦ καὶ κατὰ πάντα ἀποστολίζοντος, συνθέσθαι καὶ συμπράξαι καὶ συμπροθυμήσασθαι εἰς τελείωσιν τῶν θεοζητήτων· ὡς καὶ τὰ πάλαι ἐπὶ τοῖς πάλαι ἐνεδείξω θεάρεστα ζηλῶν τῷ κυρίῳ ὡς ὑπέρμαχος ἀληθείας καὶ προστάτης, μετὰ τὴν ἀποστολικὴν κορυφὴν τῆς Χριστοῦ ἐκκλησίας· δέομαί σου τῆς ἁγίας ψυχῆς ποιεῖσθαί μου μνήμην τοῦ τὰ πάντα ἁμαρτωλοῦ, εἰς τὸ σώζεσθαι ἐν παντὶ τρόπῳ.