Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 193: To John, Bishop of Monembasia, and Abbot Methodius

ρϟγ΄. Ἰωάννῃ ἐπισκόπῳ Μονοβασίας καὶ Μεθοδίῳ ἡγουμένῳ.

Τοῖς θεοτιμήτοις καὶ πνευματικοῖς μου πατράσι Ἰωάννῃ τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μονοβασίας, καὶ Μεθοδίῳ τῷ εὐλαβεστάτῳ ἡγουμένῳ· Θεόδωρος ἁμαρτωλὸς μοναχὸς καὶ ἡγούμενος τῶν Στουδίου.

Καλὴν βουλὴν ἐβουλεύσατο ἡ ἐμμελὴς ὑμῶν ἁγιωσύνη, ἀπάρασα τοῦ τῇδε αἱρετικοῦ ψυχοφθόρου κλύδωνος, καὶ πρὸς τὸν εὔδιον λιμένα τῆς πασῶν ἐκκλησιῶν πρωτοβαθρούσης εὐθυδρομήσασα· οὐ μᾶλλον τὸ καθ᾽ ἑαυτὴν ἀσφαλισαμένη, ἢ τὸ κοινῇ συμφέρον σκοπήσασα θεοβούλως, ὅπέρ ἐστι τῆς ἀνωτάτω εὐφημίας· τοῦτο γὰρ ἐδήλωσεν ἥ τε ἱερὰ ὑμῶν συλλαβὴ, καὶ μὴν καὶ ἡ γλῶσσα τῶν παλινοδησάντων ἀγαπητῶν ἡμῶν υἱῶν· ἀλλ᾽ εὐλογητὸς ὁ θεὸς ὁ καὶ τὸν λογισμὸν ἐνσκήψας, καὶ τὸν τρόπον ὑποθέμενος, καὶ εὐμενῶς ὑμᾶς προσδεχθῆναι ἐν τοῖς αὐτόθι εὐοδώσας, εἰ καὶ θάτερος θατέρου προέδραμεν ὡς ἐπὶ τοῦ θεοδόχου μνήματος· καὶ γὰρ χαρᾶς εὐαγγέλια ἄμφω, δι᾽ ὧν οἵ τε τῆς αἱρετικῆς κουστωδίας ἠπράκτησαν· ἥ τε ἡμετέρα δέησις τῶν ταπεινῶν, εὐμαρεστέρως εἰς τὰ ὦτα τοῦ ἀποστολικοῦ εἰσελήλυθεν, καὶ ἐξ ἀμφοῖν ἐτυπώθη τὰ δακτύλῳ θεοῦ ἐν τῇ ἀποστολικῇ καρδίᾳ βεβουλευμένα· ὡς γεραρὸς ὑμῶν ὁ πλοῦς, ὡς εὐκλεὴς ὁ ἀγὼν τῶν ἐνταῦθα ἐναθλούντων, τιμαλφέστερον τὸ κατόρθωμα ἐργασάμενος· εἴπερ δυοῖν ἀνδροῖν ἡ πάντων σωτηρία κατέπρακται· οὐ κότινος ὑμῖν ἐξομολογικὸς ἀλλ᾽ ὑμνικὸς ἐκ ῥοδωνίας θεοπλόκου στέφανος, τῷ ἰχνηλάτῃ τοῦ προδρόμου, εἴη δὲ εἰπεῖν καὶ συνωνύμῳ· καὶ τῷ ὡς ἀληθῶς Μεθοδίῳ, εἴπερ μέθοδος ἀρετῶν ὠφέλιμος τῇ Χριστοῦ ἐκκλησίᾳ ἡ σὴ πρᾶξις· τί οὖν τὸ λειπόμενον, ἴστε οἱ σοφοὶ, κἂν ἡμεῖς σιγῶμεν· ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν καὶ τηλικοῦτον σωτήριον τῇ ἑαυτοῦ ἐκκλησίᾳ θεὸς τελειώσειεν· διὸ ὑπομνήσκομεν καὶ παρακαλοῦμεν, ὃ πάντως ποιεῖν ὑμᾶς οὐκ ἀγνοοῦμεν· μὴ ὑφεῖτε προσκείμενοι καὶ ἐκλιπαροῦντες, ἕως ἂν περαιωθῇ τὰ θεοειδῶς ἐγκεκριμένα τῷ ἁγίῳ πρωτοθρόνῳ· εἰς αὐτὸ γὰρ τοῦτο ἀπεστείλαμεν Εὐφημιανὸν τὸν ἠγαπητὸν ἡμῶν υἱὸν, πρὸς τὸ καὶ ἄγγελον γενέσθαι ἀκριβῆ πάντων τῶν ἐνταῦθα πραττομένων· προσειπεῖν ἅπαντας τοὺς ὁμοζήλους καὶ ἁγίους, μάλιστα τὸν σεβασμιώτατόν μου ἀρχιμανδρίτην ἀξιώσατε· ἐπεὶ καὶ ἡμεῖς περὶ ὑμῶν εἴ που δυνηθείημεν, εὐαγγελίσασθαι τὰ ἀγαθὰ καὶ προσαγορεῦσαι τὰ εἰκότα σπουδάσομεν.

· Contents ·