Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 194: To Isaac and Arsenius, Monks in the Holy City

ρϟδ΄. Τοῖς ἐν τῇ ἁγίᾳ πόλει μονάζουσιν, Ἰσαὰκ καὶ Ἀρσενίῳ.

Ἀγαπητὸν ἡμῖν τοῖς ταπεινοῖς παντὶ πατρὶ τῶν τῆς ἁγίας γῆς προσφθέγγεσθαι, εὐοδωθεῖσιν ἀποστεῖλαι ἕνα τῶν ἀγαπητῶν ἡμῶν ἀδελφῶν ἐν τοῖς αὐτόθι· μὴ ὅτι γε ὑμῖν τοῖς ἁγιωτάτοις πατράσιν, ὧν ἡ ἐπ᾽ ὀλίγον χρόνον συνουσία οὕτως ἐνεφυτεύθη φιλικῶς ἐν τῇ ταπεινῇ ἡμῶν καρδίᾳ, ὡς ἀνεπίληστος εἶναι παῖς ἀγαθαῖς μνείαις, διὰ τὴν ἐν πᾶσι χρηστότητα τῶν τρόπων τὲ καὶ τῶν λόγων ὑμῶν· οὗ γὰρ ταπεινοφροσύνη, ἐκεῖ πᾶν ἀγαθὸν κατόρθωμα· ἐφ᾽ ᾧ ἡ ἁγία ὑμῶν δυὰς μυρίζουσα, οὐ μόνον τηνικαῦτα, ἀλλὰ γὰρ καὶ ἕως νῦν ὀσμὴν εὐωδίας ἡμῖν ἁγιάσματος ἐνίησι· τοιοῦτοι ὑμεῖς ὑπὲρ πάντας τοὺς ἐξ ἀνατολῆς ἐπιφοιτήσαντας ὥφθητε ἀξιεπαίνετοι· ἀγαθὰ ὑπομνήματα ἐναφήσαντες τοῖς ἀγαπῶσιν ὑμᾶς· οὗ δὲ εἵνεκα ἡ ἀποστολὴ τοῦ ἀδελφοῦ, αὐτὸς διδάξει· οἶμαι δὲ οὐδὲ ὑμῖν ἀγνοούμενον, ἔτι οὖσιν ἐν τῷ Βυζαντίῳ τυρβαζομένης τῆς ὑποθέσεως· ἀνῆψε τοιγαροῦν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων αἱρετικὴν φλόγα ὁ κρατῶν ὡς ἐμπρῆσαι πᾶσαν τὴν ἐκκλησίαν, καὶ ὀλέσαι σχεδὸν πάντα ἄνθρωπον ὑπαχθέντα τῇ ἀσεβείᾳ· ἀλλ᾽ ὅστις Ἀχαὰβ ἢ Ναβουχοδονόσορ γενόμενος, ὃς καθαιρέσει πάσης ἁγίας εἰκόνος, τὴν ἑαυτοῦ μόνην προεστήσατο· ἣν, οὐχ ὁ βουλόμενος προσκυνεῖν, εὐθὺς παραδίδοται τῇ φλογὶ τῶν βασάνων· τὰ καθ᾽ ἕκαστον λέγειν, παρέλκον ἡγοῦμαι, ἐν τοῖς πρὸς τὸν ἁγιώτατον ἡμῶν πατριάρχην γράμμασιν ἐμφερόμενα· ἄλλως τε καὶ τοῦ ἀδελφοῦ δυναμένου ἀπαγγεῖλαι· τοῦτο δὲ παρακαλῶ ὁ ἐλάχιστος ὑμῶν ἀδελφὸς, διὰ τὴν ἐν κυρίῳ ἀγάπην ἀνοῖξαι τῷ γραμματηφόρῳ σπλάγχνα οἰκτιρμοῦ, εἴς τε προσέλευσιν καὶ προσκύνησιν τῆς ἁγίας κορυφῆς, καὶ εἰς ὅ τι ἄλλο χρὴ τὸ φιλάδελφον ὑμῶν δοκιμάζειν· ἐπιφέρεται γὰρ καὶ ἑτέρας ἐπιστολὰς πρὸς ἕτερα πρόσωπα· καὶ μὲν τοι καὶ σύγγραμμα ἡμῶν τῶν ἀμαθῶν· ὡς οὖν σύσσωμοι καὶ συμμέτοχοι τῆς ταπεινώσεως ἡμῶν, μᾶλλον δὲ ὡς τοῦ θεοῦ δραπευταὶ καὶ τῶν κοινοῦ κηδεμόνες, καὶ προσβλέψαι καταξιώσατε τὸν ἀδελφὸν, καὶ εἰσδέξασθαι, καὶ τροποφορῆσαι ἐν παντὶ τρόπῳ, ὡς ἂν θεοῦ εὐδοκοῦντος, πάλιν ἀναπεμφθείη πρὸς ἡμᾶς· τὸ δὲ ἀποσταλὲν ἡμῖν γράμμα ὑμῶν ἀπεδεξάμεθα, καὶ ἔγνωμεν δι᾽ ἣν αἰτίαν ἀπάραντες ἐκ Κωνσταντινουπόλεως, οὐκ εὐοδώθητε ἀπελθεῖν εἰς δύσιν.

· Contents ·