Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 195: To Abbot Nicetas

ρϟε΄. Νικήτᾳ ἡγουμένῳ.

Οἷα τὰ συμβεβηκότα τῇ ἁγιωσύνῃ σου κατὰ τὰς ἐμὰς ἁμαρτίας τὸ πρὶν ἐγνωκὼς, οὐ μικρὸν ἐστέναξα, ἀλλὰ καὶ μεγάλως ἀπωδυράμην, δάκρυον ἀγάπης ἀποστάξας, ἀποφθέγματά τε θρηνητικὰ μελῳδήσας ὁ τάλας· τί γὰρ φίλου συμφορᾶς ἀνιαρώτερον; ὁποῖα δὲ τὰ δεύτερα εὐδοκίᾳ θεοῦ τοῦ μὴ ἐάσαντος φροῦδα γενέσθαι σου τὰ πάλαι ἀγωνίσματα διὰ τῆς καλλίστης ἀναπαλαίσεως, αὖθις ἀκουτισθεὶς, ἔνθους γέγονα, εὐχαριστήσας κυρίῳ τῷ στρέψαντι τὸν κοπετὸν εἰς χαρὰν πᾶσι τοῖς εὐσεβοῦσιν· οὐδὲ γὰρ εἰς βραχὺ τὸ λυπηρὸν, ἐξ οὗ ἤλπιζον κράτος διὰ τὴν ἐνοῦσαν ἀρετὴν, ἐντεῦθεν πρόσκομμα εὑρηκέναι· ἀλλ᾽ εὖγε γενναῖε, ὅτι τῆς ἥττης περιφανεστέραν ἐργάζῃ τὴν νίκην· δι᾽ ἧς ἐγνώρισέν σε τρόφιμον αὖθις ἡ τοῦ θεοῦ ἐκκλησία, ἐγκαταριθμήσασά σε τῷ καταλόγῳ τῶν ἑαυτῆς ὁμολογητῶν· τοιαύτη γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία, καὶ τοῖς εὐδρομοῦσι φιλοδωροῦσα, καὶ τοὺς παλινδρομοῦντας καταστηριζομένη· φεῦ τῆς κακῆς συνεδρείας εἴτουν συνοδίας· ἐντεῦθεν γὰρ οἶδ᾽ ὅτι εἵλω τιμιώτατέ μοι· καί γε προύλεγον τὸν σκινδαλμὸν ἐκ τῶν προγεγονότων στοχαζόμενος· τοιοῦτος γὰρ ὁ τῶν πάντων προύχων· ὁ γὰρ πάλαι τὰς εὐαγγελικὰς παραβάσεις οἰκονομίας τιθέμενος, καὶ ταῦτα μετὰ διωγμῶν, αὐτὸς καὶ τὴν νῦν κοινωνίαν τῶν αἱρετικῶν· καί γε ἐν προὔπτῳ, ἐξ ἧς ἡ κατὰ ἄρνησιν Χριστοῦ, τῆς τε θεοτόκου, καὶ οὑτινοσοῦν ἁγίου διὰ τῶν οἰκείων εἰκόνων, ἐν οὐδενὶ τῶν ὀλεθρίων ἔθετο· συλλαβὼν καὶ συλλαμβανόμενος διὰ τοῦ κατ᾽ αὐτὸν ὑποδείγματος ἀεὶ τοὺς ἀστυφελίκτους· καὶ εἰκότως· πῶς γὰρ ὁ ἐπὶ τοῖς πρώτοις ἀσεβήμασι μὴ καταγνοὺς ἑαυτοῦ, ἐν τοῖς μεταγενεστέροις ἀγωνίσμασιν ἔμελλε θεῷ παριστᾶν ἑαυτὸν ἀκατάσειστον καὶ μὴ ἠσεβηκέναι; διὸ ἐρωτῶ σε καὶ παρακαλῶ πάτερ μου, ἐν ὁμολογίᾳ ἀθετήσεως τῶν τότε πολυτρόπως πραχθέντων, τὴν ἄρτι θείαν ὁμολογίαν διάνυε, εὐχόμενος ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ.

· Contents ·