Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 196: To Arsenius the Monk

ρϟϛ΄. Ἀρσενίῳ μοναχῷ.

Ἐδεξάμην τὰ γράμματα τῆς ἀγάπης σου, ἃ κατανοήσας ἐμμελῶς ἐστέναξα, μὲν ἐπὶ τῇ γεγενημένῃ δραματουργίᾳ· μᾶλλον δὲ ὑποπτώσει τῶν δοκούντων εἶναί τι, ὑφ᾽ ἧς εἴλω καὶ ὁ σὸς πατὴρ, ἐμὸς δὲ ὁμόψυχος ἀδελφός· οὗ, καὶ ὑπὲρ τοὺς ἄλλους ἤλγυνέν με ἡ πρὶν ἧττα, ὡς νῦν ηὔφρανεν ἡ ἀναμάχησις μάλα· ἐπήνεσα, δὲ λίαν τὸ διαπονητικόν σου, ἀδελφὲ, περὶ τὸν αὐτὸν καθηγεμόνα· ὅτι ὡς ἀληθῶς μαθητοῦ ἀληθινοῦ ἀγαπήματα, καὶ τέκνου ἀψευδοῦς ἀποκλαύματα, τὰ ἐγκάρδια καὶ ἔμπυρα ῥήματα, τῆς ἐξηγορίας σου· καὶ γὰρ τῷ ὅτι θάνατος ψυχῆς ἡ σύμπτωσις καὶ σωματοποίησις τῆς χριστομάχου αἱρέσεως καὶ ἡ ἅπαξ κοινωνία αὐτῆς τῷ ἑαλωκότι· καὶ ταὐτὰ μετὰ ἔνστασιν γενναίαν, καὶ τοῦτο ἐν βαθμῷ καί γε ἱερατικῷ καὶ ἡγουμενικῷ· εἰκότως οὖν πανσύνετε ἀπεκλαύσω, εὐεπιγνώστως ἐλεεινολογήσω, ὡς ἡμαγμένην ἐσθῆτα ὁρῶν τὴν πατρῴαν δυσημέριαν, μᾶλλον δὲ θηριοβρωσίαν νοητήν· ἐκεῖνα οἷον φθεγγόμενος, θηρίον πονηρὸν ἤρπασεν, οὐ τὸν Ἰωσὴφ, ὃν πάλαι θρηνῶν ἦν Ἰακὼβ, ἀπεμπωληθέντα ὑπὸ τῶν ἀδελφῶν ἐν πλάσματι τοῦ ὑποδειχθέντος χιτῶνος, ἀλλὰ τὸν ἐμὸν πατέρα θηρίον ἀνθρωπόμορφον Ἰωσὴφ, ὁ εἰθισμένως θηρεύων τοὺς ὁμογνωμονοῦντας ταῖς ἐκείνου ἀσεβείαις, ἀλλ᾽ οὐκ οἰκονομίαις· ἐκεῖνος, ἀδελφὲ, καὶ τὰ πάλαι εἶλεν ἐν ταῖς τοῦ εὐαγγελίου παραβάσεσιν οὐκ ὀλίγους· ἐκεῖνος τὴν κοινωνίαν οἰκονομίαν δογματίσας, τοὺς ἀνόμως πεισθέντας συγκατέπτωσε· καὶ τοιοῦτος μὲν αὐτός· σὺ δὲ μεμακαρισμένος καὶ θρηνήσας καὶ ἄμφω τὼ χεῖρε συνανελκύσας τὸν πατέρα, καὶ εἰς τὴν αὐτὴν ὁμολογίαν πάλιν καθιδρύσας· οὕτω γὰρ ἔχει· καὶ χαῖρε, ὅτι ζῶν ἔστιν ἐν κυρίῳ, κἂν τεθνήκει πρῶτον· πατάξει γάρ φησιν καὶ μοτώσει, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσει· τίς ταῦτα; ὁ Λάζαρον τετραήμερον ἐγείρας ἐκ τάφου· καὶ τὸν σὸν νῦν δ᾽ αὖ καὶ ἐμὸν πατέρα ζωοποιήσας· γήθου γήθου, καὶ μηκέτι κλαῖε, Μάρθα· ἤτοι καὶ ἐφ᾽ ὅσον οἷόν τε καὶ ἀπὸ τοῦ δεῦρο βοηθῶν αὐτῷ, ᾧ τινι καὶ ἐπέστειλα.

· Contents ·